Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • προέφθασάν με ἐν ἡμέρᾳ κακώσεώς μου,
  • καὶ ἐγένετο Κύριος ἀντιστήριγμά μου,
  • καὶ ἐξήγαγέν με εἰς πλατυσμόν·
  • ῥύσεταί με, ὅτι ἠθέλησέν με.
  • ῥύσεταί με ἐξ ἐχθρῶν μου δυνατῶν
  • καὶ ἐκ τῶν μισούντων με.
  • καὶ ἀνταποδώσει μοι Κύριος κατὰ τὴν δικαιοσύνην μου,
  • καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἀνταποδώσει μοι.
  • ὅτι ἐφύλαξα τὰς ὁδοὺς Κυρίου,
  • καὶ οὐκ ἠσέβησα ἀπὸ τοῦ θεοῦ μου·
  • ὅτι πάντα τὰ κρίματα αὐτοῦ ἐνώπιόν μου,
  • καὶ τὰ δικαιώματα αὐτοῦ οὐκ ἀπέστησαν ἀπʼ ἐμοῦ.
  • [*](U+05D0ARU)[*](12 om κυκλω...αυτου (3°) A* (hab Aᵃ (ᵐᵍ)) | σκοτεινον Bᵃ?ᵇ 14 εβρον- τησεν εν (sic) | Κυριος] pr ο U+05D0c.a AU 15 om και 1° U+05D0c.a A | συν|ε- ταραξεν B* σινεlταρ. Bᵇ συνεταραξειν 16 ανεκαλυφθησαν A U | εν- πνευσεως B* R] εμπν. BᵇU+05D0AU | οργησου U 17 προσελαβε] προσελαβετο με Bᵃᵇ (superscr το με) U+05D0ARU 18 υπερ] επ R 19 εγενετο] εγενηθη | Κυριος] pr ο R | μου 2°] μοι U+05D0 20 πλατυνασμον U | εθελησεν U 21 in mg R? | ρυσεται...δυνατων (...δικ. μου Tisch comm) uncis incl U+05D0c.ᵃ | om και εκ των μισ. με U+05D0 | καθαριοτα U (item 25) | ανταποδωσει 2° BU+05D0c.aA] απο- δωσει U+05D0* RU 23 μου sup ras U? | απεστησαν] απεστη U)
    231

  • καὶ ἔσομαι ἄμωμος μετʼ αὐτοῦ,
  • [*](B)
  • καὶ φυλάξομαι ἀπὸ τῆς ἀνομίας μου.
  • καὶ ἀνταποδώσει μοι Κύριος κατὰ τὴν δικαιοσύνην μου
  • καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου
  • ἐνώπιον τῶν ὀφθαλμῶν αὐτοῦ.
  • μετὰ ὁσίου ὁσιωθήσῃ,
  • καὶ μετὰ ἀνδρὸς ἀθῴου ἀθῷος ἔσῃ,
  • καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ,
  • καὶ μετὰ στρεβλοῦ διαστρέψεις.
  • ὅτι σὺ λαὸν ταπεινὸν σώσεις,
  • καὶ ὀφθαλμοὺς ὑπερηφάνων ταπεινώσεις·
  • ὅτι σὺ φωτιεῖς λύχνον μου, Κύριε·
  • ὁ θεός μου, φωτιεῖς τὸ σκότος μου.