Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ὑπέλαβόν με ὡσεὶ λέων ἕτοιμος εἰς θήραν,
  • καὶ ὡσεὶ σκύμνος οἰκῶν ἐν ἀποκρύφοις.
  • ἀνάστηθι, Κύριε, πρόφθασον αὐτοὺς καὶ ὑποσκέλισον αὐτούς,
  • ῥῦσαι τὴν ψυχήν μου ἀπὸ ἀσεβοῦς,
  • ῥομφαίαν σου
  • ἀπὸ ἐχθρῶν τῆς χειρός σου·
  • Κύριε ἀπολύων ἀπὸ γῆς,
  • διαμέρισον αὐτοὺς ἐν τῇ ζωῇ αὐτῶν·
  • καὶ τῶν κεκρυμμένων σου ἐπλήσθη ἡ γαστὴρ αὐτῶν,
  • ἐχορτάσθησαν ὑείων
  • καὶ ἀφῆκαν τὰ κατάλοιπα τοῖς νηπίοις αὐτῶν.
  • ἐγὼ δὲ ἐν δικαιοσύνῃ ὀφθήσομαι τῷ προσώπῳ σου,
  • χορτασθήσομαι ἐν τῷ ὀφθῆναι τὴν δόξαν σου.
  • [*](U+05D0ARU)[*](5 καταρτισαι] κατηρτισα U | σαλευθη] σαλευθωσιν U+05D0AR | om τα δια- βηματα μου (2°) R* (hab Rᵃ) | μου 2°] + εν ταις τριβοις σου A (ras A?) 6 επηκουσας BU+05D0c.aR] εισηκουσας U+05D0*U εισηκουσεν A 7 θαυμασ- τωσαν U | του ελπιζοντας U | τη δεξια] pr ρυσαι με U 8 με 1°] + κε U+05D0c.ᵃ | κορην BᵃᵇU+05D0c.a ARU 9 ασεβους A | ταλαιπωρισαντων U+05D0* (-ρησ. U+05D0c.ᵃ) 10 συνεκλεισα R (-σαν Rᵃ) 11 εκβαλλοντες] εκβαλοντες U+05D0c.a βαλλοντες R | νυνι] νυν R | εκλειναι A 12 υπελαβον] υπεβαλον U | ως (2°) U+05D0* (ωσει U+05D0c.a) | αποκυφοις U 13 ρομφαιας U+05D0c.a | om σου U 14 εχθρων απο | απολυων] απο ολιγων Bᵃ mᵍ (non inst Bᵇ) U+05D0AR απολαυων | κεκρυμενων B edit | επλησθη] εμπλησθητω U | υειων BU+05D0| υιων ARvid υων U 15 δικαιοσυνην] + σου R | τω προσωπου B* (τω προκωπω Bᵃᵇ) A | οφθηναι] + μοι U+05D0c.aA οφθή|σομαι U — Stich 36 B 34 U+05D0A 32 R)
    229
    [*](B)

  • Εἰς τὸ τέλος· τῷ παιδὶ Κυρίου τῷ Δαυεἰδ, ἃ
  • ἐλάλησεν τῷ κυρίῳ τοὺς λόγους τῆς ᾠδῆς ταύτης
  • ἐν ἡμέρᾳ ᾗ ἐρύσατο αὐτὸν Κύριος ἐκ χειρὸς
  • πάντων τῶν ἐχθρῶν αὐτοῦ καὶ ἐκ χειρὸς Σαούλ
  • καὶ εἶπεν·
  • Ἀγαπήσω σε, Κύριε ἰσχύς μου.
  • Κύριος στερέωμά μου καὶ καταφυγή μου καὶ ῥύστης μου·
  • ὁ θεός μου βοηθός, καὶ ἐλπιῶ ἐπʼ αὐτόν·
  • ὑπερασπιστής μου καὶ κέρας σωτηρίας, ἀντιλήμπτωρ μου.
  • αἰνῶν ἐπικαλέσομαι Κύριον, καὶ ἐκ τῶν ἐχθρῶν μου σωθήσομαι.
  • περιέσχον με ὠδῖνες θανάτου,
  • καὶ χείμαρροι ἀνομίας ἐξετάραξάν με·
  • ὠδῖνες ᾅδου περιεκύκλωσάν με,
  • προέφθασάν με παγίδες θανάτου.
  • καὶ ἐν τῷ θλίβεσθαί με ἐπεκαλεσάμην τὸν κύριον,
  • καὶ πρὸς τὸν θεόν μου ἐκέκραξα·
  • ἤκουσεν ἐκ ναοῦ ἁγίου αὐτοῦ φωνῆς μου,
  • καὶ ἡ κραυγὴ μου ἐνώπιον αὐτοῦ εἰσελεύσεται εἰς τὰ ὦτα
  • αὐτοῦ.