Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • τᾶσα πνοὴ αἰνεσάτω τὸν κύριον. ἁλληλουιά.
  • [*](U+05D0ART)[*](2 υιοι] pr οι U+05D0 | Σιων BᵇA | βασιλεια A 4 λαω] pr τω U+05D0c.aT 5 αγαλλιασονται] αγαλλιασθωσαν R* (-σονται Rᵃ) 6 αι υψωσεις του θεου] υψωσεις θῡ U+05D0* υψ. του θῡ U+05D0c.a | λαρυγγι] pr τω U+05D0ART | ρομφαιαι] pr αι R 7 om εν 1° T 9 om εν U+05D0* (hab U+05D0c.a) | εγγραπτον Bᵃᵇ | εστιν αυτη U+05D0* (αυτη εστν U+05D0c.a) | πασιν U+05D0ART | αυτου] ουτων U+05D0* (-του U+05D0c.a) Stich 18 BU+05D0ART 17 R CL 2 δυναστιαις U+05D0AT | μεγαλοσυνης T 4 οργανοις A 5 ευηχοιοις U+05D0* (-χοις U+05D0c.a) | αλαλαγμω T 6 αλληλουια] post α 2° ras aliq B? αλλ. pa seq fort inscr U+05D0 om ART Stich 11 BU+05D0ART Subscr βιβλος ψαλμων ρν΄ B βιβλος ψαλμω Δαδ ρν΄ Τ)
    415
  • Οὗτος ὁ ψαλμὸς ἰδιόγραφος εἰς Δαυεὶδ
  • [*](B)
  • καὶ ἔξωθεν τοῦ ἀριθμοῦ, ὅτε ἐμονομάκησεν
  • τῷ Γολιάδ.
  • Μικρὸς ἤμην ἐν τοῖς ἀδελφοῖς μου.
  • καὶ νεώτερος ἐν τῷ οἴκῳ τοῦ πατρός μου·
  • ἐποίμαινον τὰ πρόβατα τοῦ πατρός μου.
  • αἱ χεῖρές μου ἐποίησαν 'ὄργανον,
  • οἱ δάκτυλοί μου ἥρμοσαν ψαλτήριον.
  • καὶ τίς ἀναγγελεῖ τῷ κυρίῳ μου;
  • αὐτὸς Κύριος, αὐτὸς εἰσακούει.
  • αὐτὸς ἐξαπέστειλεν τὸν ἄγγελον αὐτοῦ,
  • καὶ ἤρέν με ἐκ τῶν προβάτων τοῦ πατρός μου,
  • καὶ ἔχρισέν με ἐν τῷ ἐλαίῳ τῆς χρίσεως αὐτοῦ.
  • οἱ ἀδελφοί μου καλοὶ καὶ μεγάλοι,
  • καὶ οὐκ εὐδόκησεν ἐν αὐτοῖς Κύριος.
  • ἐξῆλθον εἰς συνάντησιν τῷ ἀλλοφύλῳ,
  • καὶ ἐπικατηράσατό με ἐν τοῖς εἰδώλοις αὐτοῦ·
  • ἐγὼ δὲ σπασάμενος τὴν παρʼ αὐτοῦ μάχαιραν
  • ἀπεκεφάλισα αὐτόν, καὶ ἤρα ὄνειδος ἐξ υἱῶν Ἰσραήλ.