Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • αγεσάτωσαν τὸ ὄνομα Κυρίου·
  • καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν.
  • ὅτι αὐτὸς εἶπεν καὶ ἐγενήθησαν,
  • αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν.
  • ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα
  • καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος·
  • πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται.
  • αἰνεῖτε τὸν κύριον ἐκ τῆς γῆς,
  • δράκοντες καὶ πᾶσαι ἄβυσσοι·
  • πῦρ, χάλαζα. χάν. κρύσταλλος. πνεῦμα καταιγίδος,
  • τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ·
  • τὰ ὄρη καὶ πάντες βουνοί,
  • ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι·
  • τὰ θηρία καὶ πάντα τὰ κτήνη,
  • ἐρπετὰ καὶ πετεινὰ πτερωτά·
  • βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί,
  • ἄρχοντες καὶ πάντες κριταὶ γῆς·
  • νεανίσκοι καὶ παρθένοι,
  • πρεσβῦται μετὰ νεωτέρων·