Septuaginta. The Old Testament in Greek According to the Septuagint.
Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press,
1896.
τὰ θηρία καὶ πάντα τὰ κτήνη,
ἐρπετὰ καὶ πετεινὰ πτερωτά·
βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί,
ἄρχοντες καὶ πάντες κριταὶ γῆς·
νεανίσκοι καὶ παρθένοι,
πρεσβῦται μετὰ νεωτέρων·
αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου,
ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου,
ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ·
καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ,
τοῖς υἱοῖς Ἰσραήλ, λαῷ ἐγγίζοντι αὐτῷ.
Ἁλληλουιά.
ᾌσατε τῷ κυρίῳ ᾆσμα καινόν,
ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ ὁσίων.
[*](9 βουνοι] pr οι U+05D0c.aART 10 θηρια και πανια τα κτηνη rescr A¹ | U+05D0ART ερπετα] ερπετινα 11 ντες κριται sup ras Aᵃ 12 και] καιναι Rvid | πρεσβυται] πρεσβυτεροι U+05D0 T 14 υψωση T | τοις υιοις] pr υμνος πασι (-σιν ART) τοις οσιοις αυτου Bᵃᵇ⁽ᵐᵍ)U+05D0ART | λαω εγγιζοντι] ω ε sup ras Aa —Stich 31 BU+05D0A 28 R 30 T CXLIX 1 om αλληλουια necnon ρμθ΄ rubricator in U+05D0 | αλληλουια] + Αγαιου και Ζακχαριου R | ασατω R)