Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Ἐπαίνει, Ἰερουσαλήμ, τὸν κύριον,
  • αὔει τὸν θεόν σου, Σειών·
  • ὅτι ἐνίσχυσεν τοὺς μοχλοὺς τῶν πυλῶν σου,
  • εὐλόγησεν τοὺς υἱούς σου ἐν σοί.
  • ὁ τιθεὶς τὰ ὅριά σου εἰρήνην,
  • καὶ στέαρ πυροῦ ἐμπιπλῶν σε·
  • ὁ ἀποστέλλων τὸ λόγιον αὐτοῦ τῇ γῆ,
  • ἕως τάχους δραμεῖται ὁ λόγος αὐτοῦ·
  • τοῦ διδόντος χιόνα ὡσεὶ ἔριον,
  • ὁμίχλην ὡσεὶ σποδὸν πάσσοντος·
  • βάλλοντος κρύσταλλον αὐτοῦ ὡσεὶ ψωμούς,
  • κατὰ πρόσωπον ψύχους αὐτοῦ τίς ὑποστήσεται;
  • ἀποστελεῖ τὸν λόγον αὐτοῦ καὶ τήξει αὐτά·
  • πνεύσει τὸ πνεῦμα αὐτοῦ, καὶ ῥυήσεται ὕδατα.
  • ἀπαγγέλλων τὸν λόγον αὐτοῦ τῷ Ἰακώβ,
  • δικαιώματα καὶ κρίματα αὐτοῦ τῷ Ἰσραήλ.
  • οὐκ ἐποίησεν οὕτως παντὶ ἔθνει,
  • καὶ τὰ κρίματα αὐτοῦ οὐκ ἐδήλωσεν αὐτοῖς.