Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Αἰνεῖτε τὸν κύριον, ὅτι ἀγαθὸν ψαλμός·
  • τῷ θεῷ ἡμῶν ἡδυνθείη αἴνεσις.
  • οἰκοδομῶν Ἰερουσαλήμ ὁ κύριος,
  • καὶ τὰς διασπορὰς τοῦ Ἰσραὴλ ἐπισυνάξει·
  • ὁ ἰώμενος τοὺς συντετριμμένους τὴν καρδίαν,
  • καὶ δεσμεύων τὰ συντρίμματα αὐτῶν·
  • ὁ ἀριθμῶν πλήθη ἄστρων.
  • καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλῶν.
  • μέγας ὁ κύριος ἡμῶν.
  • καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ,
  • καὶ τῆς συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμός.
  • ἀναλαμβάνων πρᾳεῖς ὁ κύριος,
  • ταπεινῶν δὲ ἁμαρτωλοὺς ἕως τῆς γῆς.
  • ἐξάρξατε τῷ κυρίῳ ἐν ἐξομολογήσει.
  • ψάλατε τῷ θεῷ ἡμῶν ἐν κιθάρᾳ.
  • τῷ περιβάλλοντι τὸν οὐρανὸν ἐν νεφέλαις,
  • τῷ ἐτοιμάζοντι τῇ γῇ ὑετόν,
  • τῷ ἐξανατέλλοντι ἐν ὄρεσι χόρτον
  • καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων,
  • καὶ διδόντι τοῖς κτήνεσι τροφὴν αὐτῶν
  • καὶ τοῖς νοσοῖς τῶν κοράκων τοῖς ἐπικαλουμένοις αὐτόν.
  • οὐκ ἐν τῆ δυναστείᾳ τοῦ ἵππου θελήσει,
  • οὐδὲ ἐν ταῖς κνήμαις τοῦ ἀνδρὸς εὐδοκεῖ·