Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε.
  • ὅτι πρὸς σέ κατέφυγον.
  • δίδαξον με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι θεός μου εἶ σύ·
  • τὸ πνεῦμά σου τὸ ἅγιον ὁδηγήσει με ἐν τῇ εὐθεία.
  • ἕνεκα τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με ἐν τῇ δικαιοσύνῃ σου,
  • ἐξάξεις ἐκ θλίψεως τὴν ψυχὴν μου·
  • καὶ ἐν τῷ ἐλέει σου ἐξολεθρεύσεις τοὺς ἐχθρούς μου,
  • καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου·
  • ὅτι δοῦλός σού εἰμι ἐγώ.
  • [*](U+05D0ART)[*](2 των δουλων U+05D0* (του δουλου U+05D01) 3 εταπεινωσεν] pr οτι κατεδιωξεν ο εχθρος την ψυχην μου Bab (mg)U+05D0ART | την υγν] om την ART | εκαθισαν U+05D0R | σκοτιωοις AT | νεκροις A* (νεκρους Aᵃ?) 4 ακηδ. R* | επ εμε] εν εμοι R 5 εμνησθη R | om και U+05D0c.aT | πασιν A RT 6 προς σε τας χειρας μου U+05D0c.aART | om διαψαλμα T 7 μου 1° bis scr T | εξελειπεν AT 8 ακουστον] + μοι U+05D0* (om U+05D0c.a) | πορευσωμαι T | προς σε] +κε U+05D0c.a 9 om οτι U+05D0c.aT | κατεφυγα U+05D0c.aART 10 θεος μου ει συ] συ ει ο θκ μου U+05D0c.aRT om A | αγιον] αγαθον U+05D0c.aRT | τη ευθεια] γη ευθεια ART 11 ενεκεν RΤ | ξησης T | εν τη δικαιοσ. σου c seqq coniung RT | εξαξης T 12 εξολεθρευσης Τ | απολεις sup ras Ra | δουλος σου ειμι εγω] εγω δουλος σου ειμι U+05D0c.aAT δουλος σος ειμι R — Stich 31 Β 29 U+05D0Τ 3ο A 31 R)
    407
  • Τῷ Δαυείδ, πρὺς τὸν Γολιάδ.
  • Εὐλογητὸς Κύριος ὁ θεός μου, ὁ διδάσκων τὰς χεῖράς μου εἰς
  • παράταξιν,
  • τοὺς δακτύλους μου εἰς πόλεμον·
  • ἔλεός μου καὶ καταφυγὴ μου.
  • ἀντιλήμπτωρ μου καὶ ῥύστης μου,
  • ὑπερασπιστής μου καὶ ἐπʼ αὐτῷ ἤλπισα,
  • ὁ ὑποτάσσων τὸν λαόν μου ὑπʼ ἐμέ.
  • Κύριε, τί ἐστιν ἄνθρωπος ὅτι ἐγνώσθης αὐτῷ,
  • ἢ υἱὸς ἀνθρώπου ὅτι λογίζῃ αὐτόν;
  • ἄνθρωπος ματαιότητι ὡμοιώθη,
  • αἱ ἡμέραι αὐτοῦ ὡσεὶ σκιὰ παράγουσιν.