Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Εἰς τὸ τέλος· τῷ Δαυεὶδ ψαλμός.
  • Ἐξελοῦ με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ,
  • ἀπὸ ἀνδρὸς ἀδίκου ῥῦσαί με.
  • [*](U+05D0ART)[*](13 αντελαβου] αντελ sup ras Bⁱvid | μητρος] pr της 14 σοι + Κυριε R | εθαυμαστωθην U+05D0* (-θης U+05D0c.a) 15 κατωτατοις U+05D0ART 16 σου 1°] μου U+05D0c.aRT | ειδοσαν] ειδον BᵃᵇU+05D0c.a ιδον T | μου] σου U+05D0c.aRT | πλιασθησονται T* (ι 1° ras T?) | ουθεις AT 18 σου] + εγω U+05D0* (om U+05D0c.a) 19 απο- κτενης B (nisi potius -νεις) | εξαμαρτωλους U+05D0* (αμ. U+05D0c.a) 20 ερεις (ερις Bᵇ)] ερεισται εσται U+05D0c.a ερισται εστε ερειτε R* | εις διαλογισμον] εις διαλογισμους U+05D0c.aT εν διαλογισμω R | εις ματαιοτητα] εν ματαιοτητι R 21 τους εχθρους RT 23 δοκιμασον] pr δοκιμασον με και γνωθι τας τριβους μου U+05D0* (om (prius superscr ο θς post με) | ο θεος] κε ART 24 ιδε] ειδε U+05D0A | ει] η A | ιδες] ειδες BᵃᵇU+05D0*A οδος U+05D0c.aRT | ανομιας] pr οδον A—Stich 46 B 48 U+05D0T 47 AR CXXXIX 1 ψαλμος τω Δαδ ART)
    403

  • οἵταες ἐλογίσαντο ἀδικίας ἐν καρδίᾳ,
  • ὅλην τὴν ἡμέραν παρετάσσοντο πολέμους·
  • [*](B)

  • ἠκόνησαν γλῶσσαν αὐτῶν ῶσεὶ ὄφεως,
  • ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν. διάψαλμα.
  • φύλαξόν με, Κύριε, ἐκ χειρὸς ἁμαρτωλοῦ,
  • ἀπὸ ἀνθρώπων ἀδίκων ἐξελοῦ με.
  • οἵτινες ἐλογίσαντο ὑποσκελίσαι τὰ διαβήματά μου·
  • ἔκρυψαν ὑπερήφανοι παγίδα μοι.
  • καὶ σχοινία διέτειναν, παγίδας τοῖς ποσίν μου·
  • ἐχόμενα τρίβου σκάνδαλον ἔθεντό μοι. διάψαλμα.
  • εἶπα τῷ κυρίῳ Φεός μου εἶ ού·
  • ἐνώτισαι, Κύριε, τὴν φωνὴν τῆς δεήσεως μου.
  • Κύριε κύριε, δύναμις τῆς σωτηρίας μου,
  • ἐπεσκίασας ἐπὶ τὴν κεφαλήν μου ἐν ἡμέρᾳ πολέμου.
  • μὴ παραδῷς με, Κύριε, ἀπὸ τῆς ἐπιθυμίας μου ἁμαρτωλῷ·
  • διελργίσαντο κατʼ ἐμοῦ, μὴ ἐγκαταλίπῃς με, μὴ ποτε ὑψωθῶσιν.
  • διάψαλμα·
  • ἡ κεφαλὴ τοῦ κυκλώματος αὐτῶν,
  • κόπος τῶν χειλέων αὐτῶν καλύψει αὐτούς.
  • πεσοῦνται ἐπʼ αὐτοὺς ἄνθρακες πυρὸς ἐπὶ τῆς γῆς.
  • καὶ καταβαλεῖς αὐτούς.
  • ἐν ταλαιπωρίαις οὐ μὴ ὑποστῶσιν·
  • ἄυδρα ἄδικον κακὰ θηρεύσει εἰς καταφθοράν.
  • ἔγνων ὅτι ποιήσει Κύριος τὴν κρίσιν τοῦ πτωχοῦ
  • καὶ τὴν δίκην τῶν πενήτων.
  • πλὴν δίκαιοι ἐξομολογήσονται τῷ ὀνόματί σου,
  • καὶ κατοικήσουσιν εὐθεῖς ἐν τῷ προσώπῳ σου.