Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • καὶ ᾀσάτωσαν ἐν ταῖς ὁδοῖς Κυρίου,
  • ὅτι ἡ δόξα Κυρίου μεγάλη·
  • ὅτι ὑψηλὸς Κύριος, καὶ τὰ ταπεινὰ ἐφορᾷ,
  • [*](§ B)
  • §καὶ τὰ ὑψηλὰ ἀπὸ μακρόθεν γινώσκει.
  • ἐὰν πορευθῶ ἐν μέσῳ θλίψεως, ζήσεις με·
  • ἐπʼ ὀργὴν ἐχθρῶν ἐξέτεινας χεῖράς μου.
  • καὶ ἔσωσέν με ἡ δεξιά σου.
  • Κύριε, ἀνταποδώσεις ὑπέρ ἐμοῦ
  • [*](ART)[*](8 θυγατηρ] pr η R* Stich 14 U+05D0 16 ART CXXXVII 1 τω Δαυειδ]+Ζαχαριου A +Ζαχαριας T | om οτι ηκουσας...στομ. μου A | και εναντιον αγγ. ψ. σοι| οτι ηκ. τα ρ. του στ. μου U+05D0c.aT | ηκουσας] εισηκουσας R* 2 αγιον 1°] pr τον R | εξομολογησομαι τω] ι τ rescr A¹ | παν] παντας AR* ονομα] pr το U+05D0c.aART | το αγιον σου] σου το αγιον σου A* (ras σου 2° A?) 3 αν rescr A¹ | επικαλεσωμαι (κομαι A)] + σε U+05D0c.aART | πολυωρησης T | om εν 3° U+05D0c.aT | δυναμει]+σου Τ | om πολλη U+05D0c.aART 4 βασιλεις] ασιλ sap ras Aᵃ? 5 οδοις Κυριου] ωδαις σου κε T | μεγαλη η δοξα κυ U+05D0c.aART 7 εν] ν sup ras Aᵃ? | ζησεις] ζωσις A ζησης T | εχθρων] + μου U+05D0c.aAaRT εξετεινας BU+05D0c.aAaRT] εξετενα U+05D0* A* fort | χειρας] την χειρα R χειρα T | μου] σου U+05D0c.a (σοι U+05D0*vid) ART 8 Κυριε 1°] κς U+05D0?AT | ανταποδωσει A ανταποδωση Τ | εμου] μεε R)
    401
  • Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα,
  • [*](B)
  • Κύριε, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρῇς.
  • Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυείδ.
  • Κύριε, ἐδοκίμασάς με καὶ ἔγνως με·
  • σὺ ἔγνως τὴν καθέδραν μου καὶ τὴν ἔγερσίν μου.
  • σὺ συνῆκας πάντας τοὺς διαλογισμούς μου ἀπὸ μακρόθεν·
  • τὴν τρίβον μου καὶ τὴν σχοῖνόν μου ἐξιχνίασας,
  • καὶ πάσας τὰς ὁδοὺς μου πρόιδες,
  • ὅτι οὐκ ἔστιν λόγος ἄδικος ἐν γλώσσῃ μουυ·
  • ἰδού, Κύριε, σὺ ἔγνως πάντα
  • τὰ ἔσχατα καὶ τὰ ἀρχαῖα·
  • σὺ ἔπλασάς με καὶ ἔθηκας ἐπʼ ἐμὲ τὴν χεῖρά σου.
  • ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ·
  • ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν.
  • ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου;
  • καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω;
  • ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν, σύ εἶ ἐκεῖ·
  • ἐὰν καταβῶ εἰς τὸν ᾄδην, πάρει·
  • ἐὰν ἀναλάβω τὰς πτέρυγάς μου κατʼ ὀρθὸν
  • καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης,
  • καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὁδηγήσει με,
  • καὶ καθέξει με ἡ δεξιά σου.