Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • προσκυνήσω πρὸς ναὸν ἅγιόν σου, καὶ ἐξομολογήσομαι τῷ ὀνόματί
  • σου
  • ἐπὶ τῷ ἐλέει σου καὶ τῇ ἀληθείᾳ σου,
  • ὅτι ἐμεγάλυνας ἐπὶ πᾶν ὄνομα τὸ ἅγιόν σου.
  • ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαι, ταχὺ ἐπάκουσόν μου·
  • πολυωρήσεις με ἐν ψυχῇ μου ἐν δυνάμει πολλῇ.
  • ἐξομολογησάσθωσάν σοι, Κύριε, πάντες οἱ βασιλεῖς τῆς γῆς,
  • ὅτι ἤκουσαν πάντα τὰ ῥήματα τοῦ στόματός σου·
  • καὶ ᾀσάτωσαν ἐν ταῖς ὁδοῖς Κυρίου,
  • ὅτι ἡ δόξα Κυρίου μεγάλη·
  • ὅτι ὑψηλὸς Κύριος, καὶ τὰ ταπεινὰ ἐφορᾷ,
  • [*](§ B)
  • §καὶ τὰ ὑψηλὰ ἀπὸ μακρόθεν γινώσκει.