Psalmi
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint.
Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press,
1896.
τῷ στερεώσαντι τὴν γῆν ἐπὶ τὸ ὕδωρ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
τῷ ποιήσαντι φῶτα μεγάλα μόνῳ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ,
τὸν ἥλιον εἰς ἐξουσίαν τῆς ἡμέρας. ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ,
τὴν σελήνην καὶ τὰ ἄστρα εἰς ἐξουσίαν τῆς νυκτός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
τῷ πατάξαντι Αἴγυπτον σὺν τοῖς πρωτοτόκοις αὐτῶν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
καὶ ἐξαγαγόντι Ἰσραὴλ ἐκ μέσου αὐτῶν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ,
ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
τῷ καταδιελόντι τὴν ἐρυθρὰν θάλασσαν εἰς διαιρέσεις, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
καὶ διαγαγόντι τὸν Ἰσραὴλ ἐν μέσῳ αὐτῆς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
καὶ ἐκτινάξαντι Φαραὼ καὶ τὴν δύναμιν αὐτοῦ εἰς θάλασσαν ἐρυθράν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
τῷ διαγαγόντι τὸν λαὸν αὐτοῦ ἐν ἐρήμῳ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
τῷ πατάξαντι βασιλεῖς μεγάλους, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
καὶ ἀποκτείναντι βασιλεῖς κραταιούς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ,
τὸν Σηῶν βασιλέα τῶν Ἀμορραίων, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ,
καὶ τὸν Ὤγ βασιλέα τῆς Βασάν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· [*] (ART) [*] (6 το υδωρ] των υδατων U+05D0c.aAT τα υδατα R | αυτου] υ 1⁰ inst A? 7 λα μονω| οτι εις τον αιωνα το ελεος αυτου sup ras pl litt Aᵃ 9 τα αστρα] ιους αστερας U+05D0c.aT 11 Ισραηλ] pr τον U+05D0c.aART 14 εν μεσω] δια μεσου U+05D0c.aAT εκ μεσου R | αυτης] ης sup ras Aᵃ 15 και εκτιναξαντι τω εκτιν. A | αυτου 1°] του rescr A¹ | οτι εις τον αιωνα το ελεος αυτοο Aᵃ(ᵐᵍ 16—17 τω διαγαγοντι...τω παταξαντι sup ras Aᵃ 16 ερημω] pr τη U+05D0c.aAaRT | αυτου 2°]+και εξαγαγοντι υδωρ εκ πετρος ακρστορου| οτι εις τοι αιωνα τα ελεος αυτου R) 399
καὶ δόντι τὴν γῆν αὐτῶν κληρονομίαν, [*] (U+05D0) ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ,
κληρονομίαν Ἰσραὴλ δούλῳ αὐτοῦ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
καὶ ἐλυτρώσατο ἡμᾶς ἐκ χειρὸς ἐχθρῶν ἡμῶν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
ὁ διδοὺς τροφὴν πάσῃ σαρκί, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
ἐξομολογεῖσθε τῷ κυρίῳ τοῦ οὐρανοῦ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.