Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • τῷ πατάξαντι βασιλεῖς μεγάλους,
  • ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
  • καὶ ἀποκτείναντι βασιλεῖς κραταιούς,
  • ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ,
  • τὸν Σηῶν βασιλέα τῶν Ἀμορραίων,
  • ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ,
  • καὶ τὸν Ὤγ βασιλέα τῆς Βασάν,
  • ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
  • [*](ART)[*](6 το υδωρ] των υδατων U+05D0c.aAT τα υδατα R | αυτου] υ 1⁰ inst A? 7 λα μονω| οτι εις τον αιωνα το ελεος αυτου sup ras pl litt Aᵃ 9 τα αστρα] ιους αστερας U+05D0c.aT 11 Ισραηλ] pr τον U+05D0c.aART 14 εν μεσω] δια μεσου U+05D0c.aAT εκ μεσου R | αυτης] ης sup ras Aᵃ 15 και εκτιναξαντι τω εκτιν. A | αυτου 1°] του rescr A¹ | οτι εις τον αιωνα το ελεος αυτοο Aᵃ(ᵐᵍ 16—17 τω διαγαγοντι...τω παταξαντι sup ras Aᵃ 16 ερημω] pr τη U+05D0c.aAaRT | αυτου 2°]+και εξαγαγοντι υδωρ εκ πετρος ακρστορου| οτι εις τοι αιωνα τα ελεος αυτου R)
    399

  • καὶ δόντι τὴν γῆν αὐτῶν κληρονομίαν,
  • [*](U+05D0)
  • ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ,
  • κληρονομίαν Ἰσραὴλ δούλῳ αὐτοῦ,
  • ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
  • καὶ ἐλυτρώσατο ἡμᾶς ἐκ χειρὸς ἐχθρῶν ἡμῶν,
  • ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
  • ὁ διδοὺς τροφὴν πάσῃ σαρκί,
  • ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
  • ἐξομολογεῖσθε τῷ κυρίῳ τοῦ οὐρανοῦ,
  • ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.