Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • καὶ ἐξαγαγόντι Ἰσραὴλ ἐκ μέσου αὐτῶν,
  • ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ,
  • ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ,
  • ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
  • τῷ καταδιελόντι τὴν ἐρυθρὰν θάλασσαν εἰς διαιρέσεις,
  • ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
  • καὶ διαγαγόντι τὸν Ἰσραὴλ ἐν μέσῳ αὐτῆς,
  • ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
  • καὶ ἐκτινάξαντι Φαραὼ καὶ τὴν δύναμιν αὐτοῦ εἰς θάλασσαν
  • ἐρυθράν,
  • ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·