Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Ἐξομολογεῖσθε τῷ κυρίῳ, ὅτι χρηστός.
  • ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
  • ἐξομολογεῖσθε τῷ θεῷ τῶν θεῶν,
  • ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
  • ἐξομολογεῖσθε τῷ κυρίῳ τῶν κυρίων,
  • ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
  • τῷ ποιοῦντι θαυμάσια μεγάλα μόνῳ,
  • ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
  • τῷ ποιήσαντι τοὺς οὐρανοὺς ἐν συνέσει,
  • ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
  • [*](14 οικτειρει (οικτιρι U+05D0*)] οτι κρινι U+05D0c.a οτι κρινει ART | Κυριος τον] ART κς τ rescr A¹ 16 λαλουσιν] λαλησουσιν ART 17 ενωτισθη- σονται] ακουσονται AR+ρινας (ρεινας A) εχουσιν και ουκ οσφρανθησονται| χειρας εχουσιν και ου ψηλαφησουσιν ποδας εχουσιν και ου περιπατησουσιν| ου φωνησουσιν εν] πω λαρυγγι αυτων AR 18 αυτοις 1⁰] αυτων T | om παντες 1° U+05D0c.aT | εν] επ U+05D0c.aART 19—20 ευλογησατε] ευλογειτε quater R 20 Λευι T 21 ευλογητος] ευλογησει σε R | Σειων T | Ιερουσαλημ] pr εο R—Stich 41 U+05D0 51 A 47 R 44 T CXXXV 1 αλληλουια]+αλλη- λουια T | χρηστος] αγαθος U+05D0c.a RT 4 ποιουντι] ποιησαντι U+05D0c.aAΤ)
    398
    [*](U+05D0)

  • τῷ στερεώσαντι τὴν γῆν ἐπὶ τὸ ὕδωρ,
  • ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
  • τῷ ποιήσαντι φῶτα μεγάλα μόνῳ,
  • ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ,
  • τὸν ἥλιον εἰς ἐξουσίαν τῆς ἡμέρας.
  • ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ,
  • τὴν σελήνην καὶ τὰ ἄστρα εἰς ἐξουσίαν τῆς νυκτός,
  • ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
  • τῷ πατάξαντι Αἴγυπτον σὺν τοῖς πρωτοτόκοις αὐτῶν,
  • ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
  • καὶ ἐξαγαγόντι Ἰσραὴλ ἐκ μέσου αὐτῶν,
  • ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ,
  • ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ,
  • ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
  • τῷ καταδιελόντι τὴν ἐρυθρὰν θάλασσαν εἰς διαιρέσεις,
  • ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
  • καὶ διαγαγόντι τὸν Ἰσραὴλ ἐν μέσῳ αὐτῆς,
  • ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
  • καὶ ἐκτινάξαντι Φαραὼ καὶ τὴν δύναμιν αὐτοῦ εἰς θάλασσαν
  • ἐρυθράν,
  • ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
  • τῷ διαγαγόντι τὸν λαὸν αὐτοῦ ἐν ἐρήμῳ,
  • ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
  • τῷ πατάξαντι βασιλεῖς μεγάλους,
  • ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
  • καὶ ἀποκτείναντι βασιλεῖς κραταιούς,
  • ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ,
  • τὸν Σηῶν βασιλέα τῶν Ἀμορραίων,
  • ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ,
  • καὶ τὸν Ὤγ βασιλέα τῆς Βασάν,
  • ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·