Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Εἰ εἰσελεύσομαι εἰς σκήνωμα οἴκου μου,
  • εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου,
  • εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου καὶ τοῖς βλεφάροις μου
  • νυσταγμὸν
  • καὶ ἀναβήσομαι τοῖς κροτάφοις μου,
  • ἕως οὗ εὕρω τόπον τῷ κυρίῳ, σκήνωμα τῷ θεῷ Ἰακώβ.
  • ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθά,
  • εὕρομεν αὐτὴν ἐν ταῖς δασέσι τοῦ δρυμοῦ·
  • εἰσελεύσομαι εἰς τὰ σκηνώματα αὐτοῦ,
  • προσκυνήσομεν εἰς τὸν τόπον οὗ ἔστησαν οἱ πόδες αὐτοῦ.
  • ἀνάστηθι, Κύριε, εἰς τὴν ἀνάπαυσίν σου,
  • σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου·
  • οἱ ἱερεῖς σου ἐνεδύσαντο δικαιοσύνην,
  • καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.
  • ἕνεκεν Δαυεὶδ τοῦ δούλου σου,
  • μὴ ἀποστρέψῃς τὸ πρόσωπον τοῦ χριστοῦ σου.