Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • αὕτη ἡ κατάπαυσίς μου εἰς αἰῶνα αἰῶνος·
  • ὦδε κατοικήσω, ὅτι ᾐρετισάμην αὐτήν.
  • τὴν χήραν αὐτῆς εὐλογῶν εὐλογήσω,
  • τοὺς πτωχοὺς αὐτῆς χορτάσω ἄρτων·
  • τοὺς ἱερεῖς αὐτῆς ἐνδύσω σωτηρίαν,
  • καὶ οἱ ὅσιοι αὐτῆς ἀγαλλιάσει ἀγαλλιάσονται.
  • ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαυείδ,
  • ἡτοίμασα λύχνον τῷ χριστῷ σου·
  • τοὺς ἐχθροὺς αὐτοῦ ἐνδύσω αἰσχύνην,
  • ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου.
  • ᾨδὴ τῶν ἀναβαθμῶν· τῷ Δαυείδ.
  • Ἰδοὺ δὴ τί καλὸν ἢ τί τερπνόν, ἡ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ
  • αὐτό;
  • ὡς μύρον ἐπὶ κεφαλὴν τὸ καταβαῖνον ἐπὶ πώγωνα,
  • τὸν πώγωνα τὸν Ἀαρών,
  • τὸ καταβαῖνον ἐπὶ τὴν ᾤαν τοῦ ἐνδύματος αὐτοῦ·
  • ὡς δρόσος Ἁερμὼν ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιών·
  • ὅτι ἐκεῖ ἐνετείλατο Κύριος τὴν εὐλογίαν καὶ ζωὴν ἕως τοῦ
  • αἰῶνος.
  • ᾨδὴ τῶν ἀναβαθμῶν.
  • Ἰδοὺ δὴ εὐλογεῖτε τὸν κύριον, πάντες οἱ δοῦλοι Κυρίου,
  • οἱ ἑστῶτες ἐν αὐλαῖς οἴκου θεοῦ ἡμῶν·
  • ἐν ταῖς νυξὶν ἐπάρατε χεῖρας ὑμῶν εἰς τὰ ἅγια, καὶ εὐλογεῖτε
  • τὸν κύριον.
  • [*](13 οτι]+εκει A | εξελαξατο U+05D0* (εξελεξ. U+05D01) | Σειων T 14 αιωνα] pr ART τον A*vid 15 χηραν] θηραν U+05D0c.aT | τους πτωχους] pr και R | αρτους R 16 αυτης 2°] αυτου R 17 κερας] pr το R | ητοιμασας A 17—18 χω σου, δυσω αι, ησει τ inst U+05D0? 17 λυχνον τω χρ. σου] τω χω μου λυχνον A λ. τω χρ. μου RT 18 ςξανθηση T—Stich 34 U+05D0 39 A 35 R 36 T CXXXII 1 om τω Δαυει A*vidT | η 1°] και R | η 2°] pr αλλ U+05D0c.aART 2 κεφαλης U+05D0c.aRT | επι πωγωνα sup ras pl lilt A | καταβαινων (2°) U+05D0 3 Σειων T | ευλογιαν] +αυτου A | om και U+05D0c.aT — Stich 6 U+05D0 8 ART CXXXIII 1 δη] νυν B | εν αυλαις] pr εν οικω κυ U+05D01ART 2 χειρας] pr τας U+05D0c.aART)
    396
    [*](U+05D0)

  • εὐλογήσει σε Κύριος ἐκ Σιῶν,
  • ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν.
  • Ἁλληλουιά.
  • Αἰνεῖτε τὸ ὄνομα Κυρίου, αἰνεῖτε δοῦλοι Κύριον,
  • οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου θεοῦ ἡμῶν.
  • αἰνεῖτε τὸν κύριον, ὅτι ἀγαθὸς Κύριος·
  • ψάλατε τῷ ὀνόματι αὐτοῦ, ὅτι καλόν·