Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • πάντες ἐξέκλιναν, ἄμα ἠχρεώθησαν,
  • οὐκ ἔστιν ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός.
  • τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν,
  • ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν·
  • ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν,
  • ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει·
  • ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα·
  • σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν,
  • καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν·
  • οὐκ ἔστιν φόβος θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν.
  • οὐχὶ γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀδικίαν,
  • οἱ κατέσθοντες τὸν λαόν μου βρώσει ἄρτου ; τὸν κύριον οὐκ ἐπεκαλέσαντο.
  • ἐκεῖ ἐδειλίασαν φόβῳ οὗ οὐκ ἣν φόβος·
  • ὅτι ὁ θεὸς ἐν γενεᾷ δικαίᾳ.
  • βουλὴν πτωχοῦ κατῃσχύνατε,
  • ὅτι Κύριος ἐλπὶς αὐτοῦ ἐστιν.
  • τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ Ἰσραήλ ;
  • ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ
  • αὐτοῦ
  • ἀγαλλιάσθω Ἰακὼβ καὶ εὐφρανθήτω Ἰσραήλ.