Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Μακάριοι πάντες οἱ φοβούμενοι τὸν κύριον,
  • οἱ πορευόμενοι ἐν ταῖς ὁδοῖς αὐτοῦ.
  • τοὺς καρποὺς τῶν πόνων. σου φάγεσαι,
  • μακάριος εἶ καὶ καλῶς σοι ἔσται.
  • ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα ἐν τοῖς κλίτεσι τῆς οἰκίας
  • οἱ υἱοί σου ὡς νεόφυτα ἐλαιῶν κύκλῳ τῆς τραπέζης σου.
  • σου·
  • ἰδοὺ οὕτως εὐλογηθήσεται ὁ ἄνθρωπος ὁ φοβούμενος τὸν κύριον.
  • εὐλογήσαι σε Κύριος ἐκ Σιών, καὶ ἴδοις τὰ ἀγαθὰ Ἰερουσαλὴμ
  • πάσας τὰς ἡμέρας τῆς ζωῆς σου,
  • καὶ ἴδοις υἱοὺς τῶν υἱῶν σου.
  • εἰρήνη ἐπὶ τὸν Ἰσραήλ.