Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ὅτι ἐκεῖ ἐκάθισαν θρόνοι εἰς κρίσιν, θρόνοι ἐπὶ οἶκον Δαυείδ,
  • [*](U+05D0)

  • καὶ εὐθηνία τοῖς ἀγαπῶσίν σε·
  • ἐρωτήσατε δὴ τὰ εἰς εἰρήνην τῇ Ἰερουσαλήμ.
  • γενέσθω δὴ εἰρήνη σου ἐν τῇ δυνάμει σου,
  • καὶ εὐθηνία ἐν τοῖς πυργοβάρεσίν σου,
  • ἔνεκα τῶν ἀδελφῶν μου καὶ τῶν πλησίον μου.
  • ἐλάλουν δὲ εἰρήνην περὶ σοῦ·
  • ἕνεκα τοῦ οἴκου Κυρίου τοῦ θεοῦ ἡμῶν ἐξεζήτησά σοι.
  • ᾨδὴ τῶν ἀναβαθμῶν.
  • Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ
  • οὐρανῷ.
  • ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν,
  • ὣς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς,
  • οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν θεὸν ἡμῶν,
  • ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.
  • ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς.
  • ὅτι ἐπὶ πολὺ ἐπληθύνθημεν ἐξουδενώσεως·
  • ἐπὶ πλεῖον ἐπληθύνθη ἡ ψυχὴ ἡμῶν·
  • τὸ ὄνειδος τοῖς εὐθηνοῦσιν
  • καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.
  • ᾨδὴ τῶν ἀναβαθμῶν· τῷ Δαυείδ.
  • Εί μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, εἰπάτω δὴ Ἰσραήλ,
  • εἰ μὴ ὅτι
  • Κύριος ἦν ἐν ἡμῖν,
  • ἐν τῷ ἐπαναστῆναι ἀνθρώπους ἐφʼ ἡμᾶς,
  • ἄρα ζῶντας ἂν
  • κατέπιον ἡμᾶς,
  • ἐν τῷ ὀργισθῆναι τὸν θυμὸν αὐτῶν ἐφʼ ἡμᾶς.
  • [*](5 επι] επ A 6 ερωτησατε δη τα εις ειρ. τη (om τη Ε την T) Ιερ. ART και ευθηνια (-νιαν T) τοις αγ. σε U+05D0c.aART 7 γενσθν] γενηθητω R | δη] δε A om B | om σου 1° ART | ταις πυργοβ. U+05D0c.aART 8 ενεκεν A | δε] δη T 9 ενεκεν A | ημων] μου RT | εξεζητησα] εζητησα T | σοι] αγαθα A pr αγαθα U+05D0c.aRT Stich 13 U+05D0 18 AT 16 R CXXII 2 ως 2⁰] pr και R | οικτειρησει (?-ση) R οικτιρηση T 3 επληθυνθημεν] επλησθημεν U+05D0c.aART ART 4 επληθυνθη] επλησθη ART | η ψυχη] η ψυ rescr A¹ — Stich 10 U+05D0T 11 A 9 R CXXII 1 om τω Δαυειδ ART U+05D0c.aART ART)
    390
    [*](U+05D0)

  • ἄρα τὸ ὕδωρ κατεπόντισεν ἡμᾶς,
  • χείμαρρον διῆλθεν ἡ ψυχὴ ἡμῶν·
  • ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ ἀνυπόστατον.
  • εὐλογητὸς Κύριος ὃς οὐκ ἔδωκεν ἡμᾶς εἰς θήραν τοῖς ὀδοῦσιν
  • αὐτῶν.
  • ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐρρύσθη
  • ἐκ τῆς παγίδος τῶν θηρευόντων·
  • ἡ παγὶς συνετερἴβη, καὶ ἡμεῖς ἐρύσθημεν.
  • βοήθεια ἡμῶν ἐν ὀνόματι Κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν
  • καὶ τὴν γῆν.
  • ᾨδὴ τῶν ἀναβαθμῶν.
  • Οἱ πεποιθότες ἐπὶ Κύριον ὡς ὄρος Σιῶν·
  • οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα ὁ κατοικῶν Ἰερουσαλήμ.
  • ὄρη κύκλῳ αὐτῆς, καὶ Κύριος κύκλῳ τοῦ λαοῦ αὐτοῦ
  • ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.
  • ὅτι οὐκ ἀφήσει τὴν ῥάβδον τῶν ἁμαρτωλῶν ἐπὶ τὸν κλῆρον
  • τῶν δικαίων.
  • ὅπως ἂν μὴ ἐκτείνωσιν οἱ δίκαιοι ἐν ἀνομίᾳ χεῖρας αὐτῶν.