Psalmi
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint.
Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press,
1896.
ἐτυρώθη ὡς γάλα ἡ καρδία αὐτῶν, ἐγὼ δὲ τὸν νόμον σου ἐμελέτησα.
ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου.
ἀγαθόν μοι ὁ νόμος τοῦ στόματός σου ὑπέρ χιλιάδας χρυσίου καὶ ἀργυρίου.
Aἱ χεῖρές σου ἔπλασάν με καὶ ἡτοίμασάν με· συνέτισόν με καὶ μαθήσομαι τὰς ἐντολάς σου.
οἱ φοβούμενοί σε ὄψονταί με καὶ εὐφρανθήσονται, ὅτι εἰς τοὺς λόγους σου ἐπήλπισα.
ἔγνων, Κύριε, ὅτι δικαιοσύνῃ καὶ ἀληθεία τὰ κρίματά σου ἐταπείνωσάν με.
γενηθήτω δὴ τὸ ἔλεός σου τοῦ παρακαλέσαι με καὶ τὸ λόγιόν σου τῷ δούλῳ σου·
ἐλθέτωσάν μοι οἱ οἰκτιρμοί σου καὶ ζήσομαι, ὅτι ὁ νόμος σου μελέτη μοί ἐστιν.
αἰσχυνθήτωσαν ὑπερήφανοι, ὅτι ἀδίκως ἠνόμησαν εἰς ἐμέ· ἐγὼ δὲ ἀδολεσχήσω ἐν ταῖς ἐντολαῖς σου.
ἐπιστρεψάτωσαν οἱ φοβούμενοί σε [*] (ART) [*] (65 pr τηθ R | χρηστ.] adscr ε΄ Tᵐᵃᵍ | το λογιον] τον γον U+05D0c.aT 66 παι- δειαν T 67 επλημ8|μελησα (sic) T | om εγω 2⁰ U+05D0c.a RT 68 om συ R 69 αδικια] pr η R* | μου] σου U+05D0* (improb U+05D0¹) | εξεοευνησω T 70 αυτων] αυτουων U+05D0* (ου improb U+05D0¹) μου R* 72 pr λωθ R(sic) | αγαθον] αγαθος U+05D0c.a | σου] μου (σου U+05D0c.a) 73 αι χειρες] adscr ς΄ Tᵐᵍ | επλασαν] εποιησαν U+05D0c.a ART | ητοιμασαν] επλασαν U+05D0c.aART (επλασσαν) 74 εφηλπισα AT 75 και αληθεια τα κριματα σου] τα κρ. σου και αληθεια U+05D0c.a (-θια U+05D0) AT τα κρ. σου και τη αληθεια σου R* | εταπινωσας U+05D0c.a A (εταπειν.) RT 76 και] κατα U+05D0c.a ART 77 ελθατωσαν AT | οικτειρμοι A | ζησομαι] ζησον μαι A | μον 2⁰] μου U+05D0c.a ART 79 επιστρεψατωσαν] + με U+05D0c.aAT+ εις εμε R*) 381
καὶ οἱ γινώσκοντες τὰ μαρτύριά σου. [*] (U+05D0)
γενηθήτω ἡ καρδία μου ἄμωμος ἐν τοῖς δικαιώμασίν σου, ὅπως ἂν μὴ αἰσχυνθῶ.
Ἐκλείπει εἰς τὸ σωτήριόν σου ἡ ψυχὴ μου, καὶ εἰς τὸν λόγον σου ἐπήλπισα.
ἐξέλιπον οἱ ὀφθαλμοί μου εἰς τὸ λόγιόν σου, λέγοντες ΙΙαρεκάλεσάν με.
τι ἐγενήθην ὡς ἀσκὸς ἐν πάχνῃ· τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην.
πόσαι όσαι εἰσὶν αἱ ἡμέραι τοῦ δούλου σου; πότε ποιήσεις μοι ἐκ τῶν καταδιωκόντων με κρίσιν;
διηγήσαντό μοι παράνομοι ἀδολεσχίας, ἀλλʼ οὐχ ὡς ὁ νόμος σου, Κύριε.
,πᾶσαι αἱ ἐντολαί σου ἀλήθεια· ἀδίκως κατεδίωξάν με. βοήθησόν μοι.
παρὰ βοαχὺ συνετλεσάν με ἐν τῇ γῇ. ἐγὼ δὲ οὐκ ἐνκατέλειπον τὰς ἐντολάς σου.
κατὰ τὸ ἔλεός σου ζήσομαι, καὶ φυλάξω τὰ μαρτύρια τοῦ στόματός σου.
Εἰς τὸν αἰῶνα, Κύριε, ὁ λόγος σου διαμένει ἐν τῷ οὐρανῷ.