Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ἀθυμία κατέσχεν με
  • ἀπὸ ἁμαρτωλῶν τῶν ἐνκαταλιμπανόντων τὸν νόμον σου.
  • ψαλτὰ σάν μοι τὰ δικαιώματά σου
  • ἐν τόπῳ παροικίας μου.
  • ἐμνήσθην ἐν νυκτὶ τὸ ὄνομά σου, Κύριε.
  • καὶ ἐφύλαξα τὸν νόμον σου.
  • αὕτη ἐγενήθη μοι.
  • τὰ δικαιώματά σου ἐξεζήτησα.
  • Μερίς μου, Κύριε·
  • εἶπα φυλάξασθαι τὰς ἐντολάς σου.
  • ἐδεήθην τοῦ προσώπου σου ἐν ὅλῃ καρδίᾳ μου.
  • ἐλέησόν με κατὰ τὸ λόγιόν σου.
  • ὅτι διελογισάμην κατὰ τὰς ὁδούς σου.
  • καὶ ἀπέστρεψα τοὺς πόδας μου εἰς τὰ μαρτύριά σου.
  • ἡτοιμάσθην καὶ οὐκ ἐταράχθην
  • φυλάξασθαι τὰς ἐντολάς σου.
  • σχοινία ἁμαρτωλῶν περιεπλάκησάν μοι.
  • καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην.