Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • καὶ ἀποκριθήσομαι τοῖς ὀνειδίζουσί με λόγον,
  • ὅτι ἤλπισα ἐπὶ τοὺς λόγους σου.
  • καὶ μὴ περιέλῃς ἐκ τοῦ στόματός μου λόγον ἀληθείας ἕως
  • σφόδρα,
  • ὅτι ἐπὶ τὰ κρίματά σου ἐπήλπισα.
  • καὶ φυλάξω τὸν νόμον σου διὰ παντός,
  • εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
  • καὶ ἐπορευόμην ἐν πλατυσμῷ,
  • ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα·
  • καὶ ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων,
  • καὶ οὐκ ᾐσχυνόμην·
  • καὶ ἐμελέτων ἐν ταῖς ἐντολαῖς σου
  • αἷς ἠγάπησας σφόδρα·
  • καὶ ἤρα τὰς χεῖράς μου πρὸς τὰς ἐντολάς σου αἷς ἠγάπησας
  • σφόδρα,
  • καὶ ἠδολέσχουν ἐν τοῖς δικαιώμασίν σου.
  • Μνήσθητι τὸν λόγον σου τῶν δούλων σου
  • ᾧ ἐπήλπισάς με.
  • [*](ART)[*](36 την U+05D01c.a (τα ην U+05D0*) 38 om εις 1⁰ U+05D0¹ART 39 το ονειδος] τον ονι- δισμον U+05D0c.a ART | ο] ον U+05D0c.a ART | τα γαρ] οτι τα U+05D0c.a ART 40 ζησον με] ζησομαι R 41 pr ουαυ | το ελεος (2⁰)] τον λογον U+05D0c.aT λογιον A το λο- γιον R 42 ονιδιζουσιν U+05D0c.a ART | με] μοι U+05D0c.a RT 43 τα κριματα] τοις κριμασιν U+05D0c.a ART | εφηλπισα AT 45 τας εντολας] τα μαρτυρια R 47 ηγαπησα ART | om σφοδρα U+05D0c.a 48 αις] ας U+05D01c.a AT | ηγαπησα ART | om σφοδρα A*vidRT 49 pr ζαι R adscr δ΄ Tᵐᵍ | των λογων U+05D0c.a | των δουλων] τω δουλω U+05D0c.aAR του δουλου T | ω] pr εν R* | εφηλπισας AT)
    379

  • αὕτη με παρεκάλεσεν ἐν τῇ ταπεινώσει μου,
  • [*](U+05D0)
  • ὅτι τὸ λόγιόν σου οὐκ ἐξέκλινα.
  • ἐμνήσθην τῶν κριμάτων σου, Κύριε, ἀπʼ αἰῶνος
  • καὶ παρεκλήθην.
  • ἀθυμία κατέσχεν με
  • ἀπὸ ἁμαρτωλῶν τῶν ἐνκαταλιμπανόντων τὸν νόμον σου.
  • ψαλτὰ σάν μοι τὰ δικαιώματά σου
  • ἐν τόπῳ παροικίας μου.
  • ἐμνήσθην ἐν νυκτὶ τὸ ὄνομά σου, Κύριε.
  • καὶ ἐφύλαξα τὸν νόμον σου.
  • αὕτη ἐγενήθη μοι.
  • τὰ δικαιώματά σου ἐξεζήτησα.
  • Μερίς μου, Κύριε·
  • εἶπα φυλάξασθαι τὰς ἐντολάς σου.
  • ἐδεήθην τοῦ προσώπου σου ἐν ὅλῃ καρδίᾳ μου.
  • ἐλέησόν με κατὰ τὸ λόγιόν σου.
  • ὅτι διελογισάμην κατὰ τὰς ὁδούς σου.
  • καὶ ἀπέστρεψα τοὺς πόδας μου εἰς τὰ μαρτύριά σου.
  • ἡτοιμάσθην καὶ οὐκ ἐταράχθην
  • φυλάξασθαι τὰς ἐντολάς σου.
  • σχοινία ἁμαρτωλῶν περιεπλάκησάν μοι.
  • καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην.
  • μεσονύκτιον ἐξηγειρόμην τοῦ ἐξομολογεῖσθαί σοι
  • ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου.