Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • τὰς ὁδούς σου ἐξήγγειλα, καὶ ἐπήκουσάς μου·
  • δίδαξόν με τὰ δικαιώματά σου,
  • καὶ ὁδὸν δικαιωμάτων σου συνέτισόν με,
  • καὶ ἀδολεσχήσω ἐν τοῖς θαυμασίοις σου.
  • κλῖνον τὴν καρδίαν μου εἰς τὰ μαρτύριά σου
  • καὶ μὴ εἰς πλεονεξίαν.
  • ἀπόστρεψον τοὺς ὀφθαλμούς μου τοῦ μὴ ἰδεῖν ματαιότητα,
  • ἐν τῇ ὁδῷ σου ζῆσόν με.
  • στῆσον τῷ δούλῳ σου εἰς τὸ λόγιόν σου,
  • εἰς τὸν φόβον σου.
  • περίελε τὸ ὄνειδός μου ὃ ὑπώπτευσα,
  • τὰ γὰρ κρίματα σου χρηστά.
  • ἰδοὺ ἐπεθύμησα τὰς ἐντολάς σου·
  • ἐν τῇ δικαιοσύνῃ σου ζῆσόν με.
  • Καὶ ἔλθοι ἐπʼ ἐμὲ τὸ ἔλεος σου, Κύριε,
  • τὸ σωτήριόν σου κατὰ τὸ ἔλεός σου·
  • καὶ ἀποκριθήσομαι τοῖς ὀνειδίζουσί με λόγον,
  • ὅτι ἤλπισα ἐπὶ τοὺς λόγους σου.