Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ἐξηρεύξαντο τὰ χείλη μου ὕμνον.
  • ὅταν διδάξῃς με τὰ δικαιώματαά σου·
  • φθέγξαιτο ἡ γλῶσσά μου τὸ λόγιόν σου,
  • ὅτι πᾶσαι αἱ ἐντολαί σου δικαιοσύνη ἐστίν.
  • γενέσθω ἡ χείρ σου τοῦ σῶσαι,
  • ὅτι τὰς ἐντολάς σου ᾑρετισάμην.
  • ἐπεπόθησα τὸ σωτήριόν σου, Κύριε,
  • καὶ ὁ νόμος σου μελέτη μού ἐστιν.
  • ζήσεται ἡ ψυχή μου καὶ αἰνέσει σε,
  • καὶ τὰ κρίματά σου βοηθήσει μοι.
  • ἐπλανήθην ὡσεὶ πρόβατον ἀπολωλός·
  • ζῆσον τὸν δοῦλόν σου, ὅτι τὰς ἐντολάς σου οὐκ ἐπελαθόμην.