Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ἀγαλλιάσομαι ἐγὼ ἐπὶ τὰ λόγιά σου,
  • ὡς ὁ εὑρίσκων σκῦλα πολλά.
  • ἀδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην,
  • τὸν δὲ νόμον σου ἠγάπησα.
  • ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σοι
  • ἐπὶ τά κρίματα τῆς δικαιοσύνης σου.
  • εἰρήνη πολλὴ τοῖς ἀγαπῶσιν τὸν νόμον σου,
  • καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον.
  • προσεδόκων τὸ σωτήριόν σου, Κύριε,
  • καὶ τὰς ἐντολάς σου ἠγάπησα·