Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ἴδε ὅτι τὰς ἐντολάς σου ἠγάπησα, Κύριε·
  • ἐν τῷ ἐλέει σου ζῆσόν με.
  • ἀρχὴ τῶν λόγων σου ἀλήθεια,
  • καὶ εἰς τὸν αἰῶνα πάντα τὰ κρίματα τῆς δικαιοσύνης σου.
  • Ἄρχοντες κατεδίωξάν με δωρεάν,
  • καὶ ἀπὸ τῶν λόγων σου ἐδειλίασεν ἡ καρδία μου.
  • ἀγαλλιάσομαι ἐγὼ ἐπὶ τὰ λόγιά σου,
  • ὡς ὁ εὑρίσκων σκῦλα πολλά.
  • ἀδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην,
  • τὸν δὲ νόμον σου ἠγάπησα.
  • ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σοι
  • ἐπὶ τά κρίματα τῆς δικαιοσύνης σου.