Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • θλίψεις καὶ ἀνάγκη εὕροσάν με·
  • αἱ ἐντολαί σου μελέτη μου.
  • δικαιοσύνη τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα·
  • συνέτισόν με καὶ ζῆσόν με.
  • Ἐκέκραξα ἐν ὅλῃ καρδίᾳ, ἐπάκουσόν μου, Κύριε.
  • τὰ δικαιάματά σου ἐκζητήσω.
  • ἐκέκραξά σε, σῶσόν με.
  • καὶ φυλάξω τὰ μαρτύριά σου.
  • προέφθασάν με ἐν ἀωρίᾳ καὶ ἐκέκραξα,
  • εἰς τοὺς λόγους σου ἐπήλπισα.
  • προέφθασαν οἱ ὀφθαλμοί μου πρὸς σὲ ὀρθροῦν,
  • τοῦ μελετᾷν τὰ λόγιά σου.
  • τῆς φωνῆς μου ἄκουσον, Κύριε, κατὰ τὸ λόγιόν σου,
  • κατὰ τὸ κρίμα σου ζῆσόν με.
  • προσήγγισαν οἱ καταδιώκοντές με ἀνομίᾳ.
  • ἀπὸ δὲ τοῦ νόμου σου ἐμακρύνθησαν.