Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • διὰ τοῦτο ἠγάπησα τὰς ἐντολάς σου
  • ὑπέρ τὸ χρυσίον καὶ τοπάζιον·
  • δὴ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην,
  • πᾶσαν ὁδὸν ἄδικον ἐμίσησα.
  • Θαυμαστὰ τὰ μαρτύριά σου,
  • διὰ τοῦτο ἐξηρεύνησεν αὐτὰ ἡ ψυχὴ μου.
  • ἡ δήλωσις τῶν λόγων σου φωτιεῖ,
  • καὶ συνετιεῖ νηπίους.
  • τὸ στόμα μου ἤνοιξα καὶ ἤλκυσα πνεῦμα,
  • ὅτι τὰς ἐντολάς σου ἐπεπόθουν.
  • ἐπίβλεψον ἐπʼ ἐμὲ καὶ ἐλέησόν με
  • κατὰ τὸ κρίμα τῶν ἀγαπώντων τὸ ὄνομά σου.
  • τὰ διαβήματά μου κατεύθυνον κατὰ τὸ λόγιόν σου,
  • καὶ μὴ κατακυριευσάτω μου πᾶσα ἀνομία·
  • λύτρωσαί με ἀπὸ συκοφαντίας ἀνθρώπων,
  • καὶ φυλάξω τὰς ἐντολάς σου.