Septuaginta. The Old Testament in Greek According to the Septuagint.
Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press,
1896.
ἀγαθὸν ἐλπίζειν ἐπὶ Κύριον
ἢ ἐλπίζειν ἐπʼ ἄρχοντας.
πάντα τὰ ἔθνη ἐκύκλωσάν με,
καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς·
κυκλώσαντες ἐκύκλωσάν με,
καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς·
ἐκύκλωσάν με ὡσεὶ μέλισσαι κηρίον,
καὶ ἐξεκαύθησαν ὡσεὶ πῦρ ἐν ἀκάνθαις,
καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
ὠσθεὶς ἀνετράπην τοῦ πεσεῖν,
καὶ Κύριος ἀντελάβετό μου.
ἰσχύς μου καὶ ὕμνησίς μου ὁ κύριος,
καὶ ἐγένετό μοι εἰς σωτηρίαν.
φωνὴ ἀγαλλιάσεως καὶ σωτηρίας ἐν σκηναῖς δικαίων.
δεξιὰ Κυρίου ἐποίησεν δύναμιν,
δεξιὰ Κυρίου ὕψωσέν με.
οὐκ ἀποθανοῦμαι ἀλλὰ ζήσομαι.
καὶ ἐκδιηγήσομαι τὰ ἔργα Κυρίου.
παιδεύων ἐπαίδευσέν με Κύριος,
καὶ τῷ θανάτῳ οὐ παρέδωκέν με.
ἀνοίξατέ μοι πύλας δικαιοσύνης·
εἰσελθὼν ἐν αὐταῖς ἐξομολογήσομαι τῷ κυρίῳ.
αὕτη ἡ πύλη τοῦ κυρίου,
δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ.
[*](ART)[*](5 εν θλιψει] εκ θλιψαιως AT (-ψεως) | μοι] μου U+05D0c.aART 6 ου] pr και U+05D0c.a AT | ποιηση Τ 7 καγω] και εγω A 8 om επ ανθρωπον R* (hab Rᵇ) 9 αρχοντας U+05D0*AᵃR] αρχουσιν U+05D0c.a A*T 12 ωσει 2⁰] ως T 13 ωθεις R | Κυριος] pr ο U+05D0c.aART | αντιλαβετο R 14 ισχυς] pr η R* | υμνησεις A 16 με] + δεξια κυ εποιησεν δυναμιν U+05D0c.a ART 17 εκδιηγησομαι] διηγησομαι U+05D0c.aRT | Κυριου] pr του R* 18 καιδευων U+05D0* (παιδ. U+05D0c.a) | Κυοιος] pr ο ART)