Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Αἰνεῖτε, παῖδες, Κύριον,
  • αἰνεῖτε τὸ ὄνομα αὐτοῦ.
  • εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον
  • ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος·
  • ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν
  • αἰνεῖται τὸ ὄνομα Κυρίου.
  • ὑψηλὸς ἐπὶ πάντα τὸ ἔθνη ὁ κύριος,
  • ἐπὶ τοὺς οὐρανοὺς ἡ δόξα αὐτοῦ.
  • τίς ὡς Κύριος ὁ θεὸς ἡμῶν;
  • ὁ ἐν ὑψηλοῖς κατοικῶν,
  • καὶ τὰ ταπεινὰ ἐφορῶν
  • ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ·
  • ὁ ἐγείρων ἀπὸ γῆς πτωχόν.
  • καὶ ἀπὸ κοπρίας ἀνυψῶν πένητα,
  • τοῦ καθίσαι αὐτὸν μετὰ ἀρχόντων,
  • μετὰ ἀρχόντων λαοῦ αὐτοῦ·
  • ὁ κατοικίζων στεῖραν ἐν οἴκῳ,
  • μητέρα τέκνων εὐφραινομένων.
  • [*](7 τον κυριον] om τον ART 8 ου φοβηθησεται] ου μη φοβηθη U+05D0c.aATART ου μη σαλευθησεται R | εως] pr ετοιμη η καρδια αυτου ελπιζειν επι τον κν U+05D0* om U+05D01c.a) | εφιδη] επιδη ARvid | τους εχθρους] pr επι U+05D0c.a (ras U+05D0c.b) ART — Stich 23 U+05D0 22 ART CXII 1 αινειται bis U+05D0A | Κυριον] pr τον AR | κυτου] κυ U+05D0c.aART 3 μεχρι] pr και AR | αινειται U+05D0*Rvid] αιναιτον A αινετον U+05D0c.aT λαου] pr του R 9 τεκνων] επι τεκνοις U+05D0c.a AΤ | υφραινομενη U+05D0c.a edit ευφραινομενην ART — Stich 11 U+05D0 17 AT 16 R)
    370
    [*](U+05D0)
  • Ἁλληλουιά.
  • Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου,
  • οἴκου Ἰακὼβ ἐκ λαοῦ βαρβάρου,