Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ἐστηριγμέναι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος,
  • πεποιημέναι ἐν ἀληθείᾳ καὶ εὐθύτητι.
  • λύτρωσιν ἀπέστειλεν τῷ λαῷ αὐτοῦ·
  • ἐνετείλατο εἰς τὸν αἰῶνα διαθήκην αὐτοῦ·
  • ἅγιον καὶ φοβερὸν τὸ ὄνομα αὐτοῦ.
  • ἀρχὴ σοφίας φόβος Κυρίου.
  • σύνεσις ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτὴν·
  • ἡ αἴνεσις αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
  • Ἁλληλουιά.
  • Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν κύριον,
  • ἐν ταῖς ἐντολαῖς αὐτοῦ θέλει σφόδρα·
  • δυνατὸν ἐν τῇ γῇ ἔσται τὸ σπέρμα αὐτοῦ,
  • γενεὰ εὐθείων εὐλογηθήσεται·
  • δόξα καὶ πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦ,
  • καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
  • ἐξανέτειλεν ἐν σκότει φῶς τοῖς εὐθέσι·
  • ἐλεήμων καὶ οἰκτίρμων καὶ δίκαιος.