Psalmi
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint.
Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press,
1896.
καὶ σύ, Κύριε κύριε, ποίησον μετʼ ἐμοῦ ἔλεος ἕνεκα τοῦ ὀνό- μάτος σου, ὅτι χρηστὸν τὸ ἔλεός σου, ῥῦσαί με·
ὅτι πτωχὸς καὶ πένης ἐγώ εἰμι, καὶ ἡ καρδία μου τετάρακται ἐντός μου.
ὡσεὶ σκιὰ ἐν τῷ ἐκκλῖναι αὐτὴν ἀντανῃρέθη, ἐξετινάχθην, ὡσεὶ ἀκρίδες.
πὰ γόνατα μου ἠσθένησαν ἀπὸ νηστιας, καὶ ἡ σαρξ μου ἠλλοιώθη δι᾿ ἔλαιον.
καὶ ἐγὼ ἐγενήθην ὄνειδος αὐτοῖς· εἴδοσάν με, ἐσάλευσαν κεφαλὰς αὐτῶν.
βοήθησόν μοι, Κύριε ὁ θεός μου, σῶσόν με κατὰ τὸ μέγα ἔλεός σου·
καὶ γνώτωσαν ὅτι ἡ χείρ σου αὕτη, καὶ σύ, Κύριε, ἐποίησας αὐτήν,
καταράσονται αὐτοί, καὶ σὺ εὐλογήσεις· οἱ ἐπανιστανόμενοί μοι αἰσχυνθήτωσαν, ὁ δὲ δοῦλός σου εὐφρανθήσεται.
ἐνδυσάσθωσαν οἱ ἐνδιαβάλλοντές με ἐντροπήν, καὶ περιβαλλέσθωσαν αἰσχύνην ὡσεὶ διπλοίδα αὐτῶν.
ἐξομολογήσομαι τῷ κυρίῳ σφόδρα τῷ στοματί μου, [*] (ART) [*] (17 καταραν] α 2⁰ sup ras Aᵃ 18 εισηλθε R | ως 2⁰] ωσει AT | ως 3°] ωσει U+05D0c.aART 19 ζωνη U+05D0c.a TR] ζωνην U+05D0*A | ζωννυται] περιζωννυται U+05D0c.a ART 20 Κυριου R 21 om ελεος 1⁰ U+05D0c.a A* (hab Aᵃ?) R | ενεκεν U+05D0c.aART 22 ειμι εγω ART | τεταρακται] εταραχθη R 23 εκκλινειν R | αντανῃρεθη] αντανηρεθην U+05D0c.a RT ανταναιρεθην A 24 νηστειας A | ελεον U+05D0 25 ιδοσαν AΤ 26 σωσον] pr και AT | om μεγα U+05D0c.aART 28 ευλογησης | επανισταμενοι Τ | αισχυνθητωσαν] αισχυνθησονται R 29 με] μοι R | περιβαλεσθωσαν ART | αισχυνην ωσει διπλοιδα (-δαν U+05D0)] ωσει διπλ. αισχ. U+05D0c.aR ως διπλ. αισχ. AT 30 τω κυριω] om τω U+05D0c.a | τω στοματι] pr εν U+05D0c.a ART) 367
καὶ ἐν μέσῳ πολλῶν αἰνέσω αὐτόν· [*] (U+05D0)
ὅτι παρέστη ἐκ δεξιῶν πένητος, τοῦ σῶσαι ἐκ τῶν διωκόντων τὴν ψυχὴν μου.