Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • καὶ ἐνεδύσατο κατάραν ὡς ἱμάτον,
  • καὶ εἰσῆλθεν ὡς ὕδωρ εἰς τὰ ἔνκατα αὐτοῦ
  • καὶ ὡς ἔλαιον ἐν τοῖς ὀστέοις αὐτοῦ·
  • γενηθήτω αὐτῷ ὡς ἱμάτιον ὁ περιβάλλεται.
  • καὶ ὡσεὶ ζώνη ἣν διὰ παντὸς ζώννυται.
  • τοῦτο τὸ ἔργον τῶν ἐνδιαβαλλόντων με παρὰ Κυρίῳ
  • καὶ τῶν λαλούντων πονηρὰ κατὰ τῆς ψυχῆς μου.
  • καὶ σύ, Κύριε κύριε, ποίησον μετʼ ἐμοῦ ἔλεος ἕνεκα τοῦ ὀνό-
  • μάτος σου,
  • ὅτι χρηστὸν τὸ ἔλεός σου, ῥῦσαί με·
  • ὅτι πτωχὸς καὶ πένης ἐγώ εἰμι,
  • καὶ ἡ καρδία μου τετάρακται ἐντός μου.
  • ὡσεὶ σκιὰ ἐν τῷ ἐκκλῖναι αὐτὴν ἀντανῃρέθη,
  • ἐξετινάχθην, ὡσεὶ ἀκρίδες.
  • πὰ γόνατα μου ἠσθένησαν ἀπὸ νηστιας,
  • καὶ ἡ σαρξ μου ἠλλοιώθη δι᾿ ἔλαιον.