Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • καὶ ἐξεραυνησάτω δανιστὴς πάντα ὅσα ὑπάρχει αὐτῷ·
  • διαρπασάτωσαν ἀλλότριοι πάντας τοὺς πόνους αὐτοῦ·
  • μὴ ὑπαρξάτω αὐτῷ ἀντιλήμπτωρ,
  • μηδέ γενηθήτω οἰκτίρμων τοῖς ὀρφανοῖς αὐτοῦ·
  • γενηθήτω τὰ τέκνα αὐτοῦ εἰς ἐξολέθρευσιν,
  • ἐν γενεᾷ μιᾷ ἐξαλειφθήτω τὸ ὄνομα αὐτοῦ.