Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ἡμάρτομεν μετὰ τῶν πατέρων ἡμῶν,
  • ἠνομήσαμεν, ἠδικήσαμεν·
  • οἱ πατέρες ἡμῶν ἐν Αἰγύπτῳ οὐ συνῆκαν τὰ θαυμάσιά σου,
  • καὶ οὐκ ἐμνήσθησαν τοῦ πλήθους τοῦ ἐλέους σου,
  • καὶ παρεπίκραναν ἀναβαίνοντες ἐν τῇ ἐρυθρᾷ θαλάσσῃ.
  • καὶ ἔσωσεν αὐτοὺς ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ.
  • τοῦ γνωρίσαι τὴν δυναστείαν αὐτοῦ·
  • καὶ ἐπετίμησεν τῇ ἐρυθρῷ θαλάσσῃ καὶ ἐξηράνθη,
  • καὶ ὡδήγησεν αὐτοὺς ἐν ἀβύσσῳ ὡς ἐν ἐρήμῳ
  • καὶ ἔσωσεν αὐτοὺς ἐκ χειρῶν μισούντων,
  • καὶ ἐλυτρώσατο αὐτοὺς ἐκ χειρὸς ἐχθροῦ·