Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • διέρρηξεν πέτραν, καὶ ἐρρύησαν ὕδατα,
  • ἐπορεύθησαν ἐν ἀνύδροις ποταμοί.
  • ὄτι ἐμνήσθη τοῦ λόγου τοῦ ἁγίου αὐτοῦ,
  • τοῦ πρὸς Ἀβραὰμ τὸν δοῦλον αὐτοῦ·
  • καὶ ἐξήγαγεν τὸν λαὸν αὐτοῦ ἐν ἀγαλλιάσει,
  • καὶ τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐν εὐφροσύνῃ.
  • καὶ ἔδωκεν αὐτοῖς χώρας ἐθνῶν,
  • καὶ πόνους λαῶν ἐκληρονόμησαν,
  • ὅπως ἂν φυλάξωσιν τὰ δικαιώματα αὐτοῦ.
  • καὶ τὸν νόμον αὐτοῦ ἐκζητήσωσιν.