Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • καὶ ἐκάλεσεν λιμὸν ἐπὶ τὴν γῆν,
  • πᾶν στήριγμα ἄρτου συνέτριψεν.
  • ἀπέστειλεν ἔμπροσθεν αὐτῶν ἄνθρωπον,
  • εἰς δοῦλον ἐπράθη Ἰωσήφ.
  • ἐταπείνωσαν ἐν πέδαις τοὺς πόδας αὐτοῦ,
  • σίδηρον διῆλθεν ἡ ψυχὴ αὐτοῦ·
  • μέχρι τοῦ ἐλθεῖν τὸν λόγον αὐτοῦ,
  • τὸ λόγιον τοῦ κυρίου ἐπύρωσεν αὐτόν.
  • ἐξαπέστειλεν βασιλεὺς καὶ ἔλυσεν αὐτόν,
  • ἄρχων λαῶν, καὶ ἀφῆκεν αὐτόν·
  • κατέστησεν αὐτὸν κύριον τοῦ οἴκου αὐτοῦ
  • καὶ ἄρχοντα πάσης τῆς κτήσεως αὐτοῦ,
  • τοῦ παιδεῦσαι τοὺς ἄρχοντας αὐτοῦ ὡς ἑαυτόν,
  • καὶ τοὺς πρεσβυτέρους αὐτοῦ σοφίσαι.
  • [*](U+05D0ART)[*](9 του ορκου] τω ορκω A | Ισακ 10 αυτην BU+05D0c.aARaT] αυτον U+05D0* αυτο R* | διαθηκην] pr εις U+05D0c.a RT 13 εκ] pr και U+05D0ART | εις 2⁰] προς R 14 αυτους] αυτοις R* (-τους Rᵃ) om και U+05D0* (hab ӄ U+05D0c.a) | αυτων] αυτους R* (-των Rᵃ) | βασιλις U+05D0 15 αψησθε] απτεσθαι U+05D0A απτεσθε T | των χριστων] τους χριστους 16 αρτου] αυτου U+05D0* (αριου U+05D0c.a) 17 απε- στειλεν] εξαπεστειλεν Aᵃ 18 εταπεινωσαν] εταπεινωθησαν R* (-νωσαν Rᵃ) 19 του κυριου] om του RT 20 εξαπεστειλεν] απεστειλεν U+05D0c.aART | αυτον 1⁰] + το λογιον του κυ επυρωσεν αυτον U+05D0* (om U+05D0¹c.a) 21 κτησεως] κτισεως U+05D0ARvid)
    355

  • καὶ εἰσῆλθεν Ἰσραὴλ εἰς Aἴγυπτον,
  • [*](Β)
  • καὶ Ἰακὼβ παρῴκησεν ἐν γῇ Χάμ·
  • καὶ ηὔξησεν τὸν λαὸν αὐτοῦ σφόδρα,
  • καὶ ἐκραταίωσεν αὐτὸν ὑπὲρ τοὺς ἐχθρους αὐτοῦ.
  • καὶ μετέστρεψεν τὴν καρδίαν αὐτῶν τοῦ μισῆσαι
  • αὐτοῦ,
  • τοῦ δολιοῦσθαι ἐν τοῖς δούλοις αὐτοῦ.
  • ἐξαπέστειλεν Μωυσῆν τὸν δοῦλον αὐτοῦ,
  • Ἀαρὼν ὃν ἐξελέξατο αὐτόν·
  • ἔθετο αὐτοῖς τοὺς λόγους τῶν σημείων αὐτοῦ
  • καὶ τῶν τεράτων ἐν γῇ Χάμ.
  • ἐξρπέστειλεν σκότος καὶ ἐσκότασεν,
  • καὶ παρεπίκραναν τοὺς λόγους αὐτοῦ.
  • μετέστρεψεν τὰ ὕδατα αὐτῶν εἰς αἷμα,
  • καὶ ἀπέκτεινεν τοὺς ἰχθύας αὐτῶν·
  • ἐξῆρψεν ἡ γῆ αὐτῶν βατράχους.
  • ἐν τοῖς ταμείοις τῶν βασιλειῶν αὐτῶν.