Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις,
  • πέτρα καταφυγὴ τοῖς χοιρογρυλλίοις.
  • ἐποίησεν σελήνην εἰς καιρούς,
  • ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.
  • ἔθου σκότος καὶ ἐγένετο νύξ,
  • ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ,
  • σκύμνοι ὠρυόμενοι ἁρπάσαι
  • καὶ ζητῆσαι παρὰ τοῦ θεοῦ βρῶσιν αὐτοῖς.
  • ἀνέτειλεν ὁ ἥλιος καὶ συναχθήσονται,
  • καὶ ἐν ταῖς μάνδραις αὐτῶν κοιτασθήσονται·
  • ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ,
  • καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.
  • ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε.
  • πάντα ἐν σοφίᾳ ἐποίησας·
  • ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.
  • αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος·
  • ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός,
  • ζῶα μικρὰ μετὰ μεγάλων,
  • δράκων οὗτος ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ.