Septuaginta. The Old Testament in Greek According to the Septuagint.
Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press,
1896.
Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασεν τὸν θρόνον αὐτοῦ,
καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.
εὐλογεῖτε τὸν κύριον, πάντες οἱ ἄγγελοι αὐτοῦ,
δυνατοὶ ἰσχύι, ποιοῦντες τὸν λόγον αὐτοῦ,
τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ.
εὐλογεῖτε τὸν κύριον, πᾶσαι αἱ δυνάμεις αὐτοῦ,
λειτουργοὶ αὐτοῦ ποιοῦντες τὰ θελήματα αὐτοῦ.
εὐλογεῖτε τὸν κύριον, πάντα τὰ ἔργα αὐτοῦ
ἐν παντὶ τόπῳ τῆς δυναστείας αὐτοῦ·
εὐλόγει, ἡ ψυχὴ μου, τὸν κύριον.
Τῷ Δαυείδ.
Εὐλόγει, ἡ ψυχὴ μου, τὸν κύριον·
Κύριε, Κύριε, ὁ θεός μου, ὡς ἐμεγαλύνθης σφόδρα.
ἐξομολόγησιν καὶ εὐπρέπειαν ἐνεδύσω,
ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον,
ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέρριν·
ὁ στεγάζων ἐν ὕδασιν τὰ ὑπερῷα αὐτοῦ,
ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ,
ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων·
[*](U+05D0ART)[*](14 μνησθητι] εμνησθη U+05D0c.aAT + Κυριε R* 15 ημεραιραι U+05D0 | ωσει 2⁰] οτι ει U+05D0* (ωσει U+05D0c.a) 16 υπαξει R* (υπαρξ. Ra(vid) υπαρξη T 17 υιους] υιοις Bc 18 φυλασσουσι T 19 αυτου 2⁰] ου sup ras Aa (αυτων A* vid) 20 οι αγγελοι] om οι U+05D0* (hab U+05D0c.a) 21 τα θεληματα] το θελημα U+05D0c.aART 22 δυναστειας (-τιας U+05D0*)] δεσποτιας U+05D0c.a ART Stich 46 BT 45 U+05D0R 47 A CIII 1 τω Δ.] pr ψαλμος T | om Κυριε 2⁰ U+05D0ART | om ως U+05D0c.aART | ευπρε- πειαν (-πιαν U+05D0*)] μεγαλοπρεπιαν U+05D0c.aAT 3 νεφη BU+05D0c.aA? (νεφην A* vid) RT] νεφελην U+05D0* | την επιβασιν] om την U+05D0* (hab U+05D0c.a))