Psalmi
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint.
Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press,
1896.
Εὐλόγει ἡ ψυχὴ μου τὸν κύριον. καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
εὐλόγει ἡ ψυχὴ μου τὸν κύριον. καὶ μὴ ἐπιλανθάνου πάσας τὰς αἰνέσεις αὐτοῦ·
τὸν εὐιλατεύοντα πάσαις ταῖς ἀνομίαις σου, τὸν ἰώμενον πάσας τὰς νόσους σου·
τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου. τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτειρμοίς.
τὸν ἐμπιμπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου· ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου.
ποιῶν ἐλεημοσύνας ὁ κύριος, καὶ κρίμα πᾶσι τοῖς ἀδικουμένοις.
ἐγνώρισεν τὰς ὁδοὺς αὐτοῦ τῷ Μωυσῇ. τοῖς υἱοῖς Ἰσραὴλ τὰ θελήματα αὐτοῦ.
οἰκτείρμων καὶ ἐλεήμων ὁ κύριος. μακρόθυμος καὶ πολυέλεος.
οὐκ εἰς τέλος ὀργισθήσεται, οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ