Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Προσευχὴ τῷ πτωχῷ, ὅταν ἀκηδιάσῃ
  • καὶ ἑναντίον Κυρίου ἐκχέῃ τὴν
  • δέησιν αὐτοῦ.
  • Εἰσάκουσον, Κύριε. τῆς προσευχῆς μου.
  • καὶ ἡ κραυγὴ μου πρὸς σέ ἐλθάτω.
  • μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπʼ ἐμοῦ·
  • ἐν ἦ ἂν ἡμέρᾳ θλίβωμαι, κλῖνον τὸ οὗς σου πρὸς μέ
  • ἐν ἦ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε, ταχὺ εἰσάκουσόν μου.
  • ὅτι ἐξέλιπον ὡσεὶ καπνὸς αἱ ἡμέραι μου.
  • καὶ τὰ ὀστᾶ μου ὡσεὶ φρύγιον συνεφρύγησαν.
  • ἐπλήγην ὡσεὶ χόρτος καὶ ἐξηράνθη ἡ καρδία μου.
  • ὅτι ἐπελαθόμην τοῦ φαγεῖν τὸν ἄρτον μου.
  • ἀπὸ φωνῆς τοῦ στεναγμοῦ μου ἐκολλήθη τὸ ὀστοῦν μου
  • τῇ σαρκί μου.
  • ὡμοιώθην πελεκᾶνι ἐρημικῷ.
  • ἐγενήθην ὡσεὶ νυκτικόραξ ἐν οἰκοπέδῳ,
  • ἠγρύπνησα καὶ ἐγενήθην ὡσεὶ στρουθίον μονάζον ἐπὶ
  • δώματι.