Psalmi
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint.
Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press,
1896.
εἰς τὰς πρωίας ἀπέκτεννον πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς, τοῦ ἐξολεθρεῦσαι ἐκ πόλεως Κυρίου πάντας τοὺς ἐργαζομένους τὴν ἀδικίαν. [*] (U+05D0ART) [*] (3 λαος] pr ημεις δε U+05D0c.aART | της νομης] om της U+05D0c.aART ελθετε U+05D0* (-θατε U+05D0c.a) | τας αυλας] pr εις U+05D0ART 5 εις] pr οτι A | αληθια U+05D0 Stich 12 BU+05D0 11 ART C 1 ψαλμος τω Δαδ U+05D0R om ψαλμος A | ελεος] ελεον U+05D0c.aT ελαιον A | ασωμαι 2 ωδη] δ tantum inst Bᵇ οδω ART | τω οικω U+05D0* (του οικου U+05D0c.a) | μου 2⁰] σου R* (μ. Rᵃ) 3 προεθε- μην] προετιθεμην U+05D0c.a | om πραγμα παρανομον B*vid (subscr B?) | ποιουντα U+05D0* (-τας U+05D0c.a) | παραβασεις] παρα βασιλεις U+05D0* (παραβασεις U+05D0c.a) 5 του] τον T 6 μου] αυτου U+05D0* (μου U+05D0c.a) | συγκαθησθαι Bᵃ 7 οικιας bis scr R | κατηυθυνεν AT | εναντιον] ενωπιον U+05D0Α 8 απεκτινον U+05D0* (απεκτεννον U+05D0c.a) απεκτενον A | τους αμαρτωλους] om τους A* (hab Aᵃ?) | αδικιαν] ανομιαν U+05D0ART — Stich 16 BU+05D0 17 ART) 347
Προσευχὴ τῷ πτωχῷ, ὅταν ἀκηδιάσῃ καὶ ἑναντίον Κυρίου ἐκχέῃ τὴν δέησιν αὐτοῦ.
Εἰσάκουσον, Κύριε. τῆς προσευχῆς μου. καὶ ἡ κραυγὴ μου πρὸς σέ ἐλθάτω.
μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπʼ ἐμοῦ· ἐν ἦ ἂν ἡμέρᾳ θλίβωμαι, κλῖνον τὸ οὗς σου πρὸς μέ ἐν ἦ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε, ταχὺ εἰσάκουσόν μου.
ὅτι ἐξέλιπον ὡσεὶ καπνὸς αἱ ἡμέραι μου. καὶ τὰ ὀστᾶ μου ὡσεὶ φρύγιον συνεφρύγησαν.
ἐπλήγην ὡσεὶ χόρτος καὶ ἐξηράνθη ἡ καρδία μου. ὅτι ἐπελαθόμην τοῦ φαγεῖν τὸν ἄρτον μου.
ἀπὸ φωνῆς τοῦ στεναγμοῦ μου ἐκολλήθη τὸ ὀστοῦν μου τῇ σαρκί μου.
ὡμοιώθην πελεκᾶνι ἐρημικῷ. ἐγενήθην ὡσεὶ νυκτικόραξ ἐν οἰκοπέδῳ,
ἠγρύπνησα καὶ ἐγενήθην ὡσεὶ στρουθίον μονάζον ἐπὶ δώματι.
ὅλην τὴν ἡμέραν ὠνεἰδιζόν με οἱ ἐχθροί μου. καὶ οἱ ἐπαινοῦντές με κατʼ ἐμοῦ ὤμνυον.
ὅτι σπδὸν ὡσεὶ ἄρτον ἔφαγον, καὶ τὸ πόμα μου μετὰ κλαυθμοῦ ἐκίρνων,