Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Κύριος ἐξετάζει τὸν δίκαιον καὶ τὸν ἀσεβῆ·
  • ὁ δὲ ἀγαπῶν ἀδικίαν μισεῖ τὴν ἑαυτοῦ ψυχήν.
  • ἐπιβρέξει ἐπὶ ἁμαρτωλοὺς παγίδας·
  • πῦρ καὶ θεῖον καὶ πνεῦμα καταιγίδος ἡ μερὶς τοῦ ποτηρίου
  • αὐτῶν.
  • ὅτι δίκαιος Κύριος καὶ δικαιοσύνας ἠγάπησεν, εὐθύτητα εἶδεν τὸ πρόσωπον αὐτοῦ.
  • Εἰς τὸ τέλος, ὑπὲρ τῆς ὀγδόης· ψαλμὸς τῷ Δαυείδ.
  • Σῶσόν με, Κύριε· ὅτι ἐκλέλοιπεν ὅσιος,
  • ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων.
  • μάταια ἐλάλησεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ,
  • χείλη δόλια ἐν καρδίᾳ καὶ ἐν καρδίᾳ ἐλάλησαν.