Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ΜΑΚAPΙΟΣ ἀνὴρ ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν,
  • [*](B)
  • καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη,
  • καὶ ἐπὶ καθέδραν λοιμῶν οὐκ ἐκάθισεν·
  • ἀλλ᾿ ἢ ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα αὐτοῦ,
  • καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός.
  • καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρά τἀς διεξόδους
  • τῶν ὑδάτων,
  • ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ,
  • καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀπορρυήσεται·
  • καὶ πάντα ὅσα ἂν ποιῇ κατευοδωθήσεται.
  • οὐχ οὕτως οἱ ἀσεβεῖς, οὐχ οὕτως,
  • ἀλλʼ ἢ ὡς ὁ χνοῦς ὃν ἐκριπτεῖ ὁ ἄνεμος ἀπὸ προσώπου
  • τῆς γῆς.
  • διὰ τοῦτο οὐκ ἀναστήσονται οἱ ἀσεβεῖς ἐν κρίσει,
  • οὐδέ ἁμαρτωλοὶ ἐν βουλῇ δικαίων·
  • ὅτι γινώσκει Κύριος ὁδὸν δικαίων,
  • καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται.
  • Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά ;
  • παρέστησαν οἱ βασιλεῖς τῆς γῆς
  • καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ
  • κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ. διάψαλμα.
  • [*](Inscr ψαλμοι B deest in U+05D0 ψαλτηριον A ψαλτ. τω Δδ R I 1—II 7 μα- U+05D0AR καριος...ει συ Rᵃ (doest in R*) 1 εστη] εστιν Rᵃ | καθεδρα ARᵃ 2 αλλ η] αλλα ην A* vid 3 ποιηση A 4 ο ανεμος] om ο Rᵃ 5 οι ασεβεις] om οι U+05D0?ARᵃ | αμαρτωλοι] pr οι A — Stich 15 BU+05D0A 7 Rᵃ II 1 pr ψαλ- μος τω Δαυιδ Rᵃ 2 διαψαλμα non inst Bᵇ (ita ubique) om Rᵃ)
    214
    [*](B)

  • διαρρήξωμεν τοὺς δεσμοὺς αὐτῶν,
  • καὶ ἀπορρίψωμεν ἀφʼ ἡμῶν τὸν ζυγὸν αὐτῶν.