Machabaeorum iv

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ταῦτα δὲ λέγων, ἐκέλευσεν εἰς τὸ ἔμπροσθεν προτεθῆναι τὰ βα. [*](§ II) σανιστήρια, ὅπως καὶ διὰ τοῦ φόβου πείσειεν αὐτοὺς μιεροφαγῆσαι.

ὡς δὲ τροχούς τε καὶ ἀρθρενβόλους στρεβλωτήριά τε καὶ τροχαντῆρας [*](¶ II) καὶ καταπέλτας καὶ λέβητας, τήγανά τε καὶ δακτυλήθρας, καὶ χεῖρας σιδηρᾶς καὶ σφῆνας καὶ τὰ ζώπυρα τοῦ πυρὸς οἱ δορυφόροι προέθεσαν, ὑπολαβὼν δὲ ὁ τύραννος ἔφη

Μειράκια, φοβήθητε, καὶ ἣν σέβεσθε δίκην, ἵλεως ὑμῖν ἔσται δι᾿ ἀνάγκην παρανομήκασιν.

Οί δὲ ἀκούσαντες ἐπαγαωγὰ καὶ ἀρῶντες δεινα, οὐ μόνον οὐκ ἐφοβήθησαν, ἀλλὰ καὶ ἀντεφιλοσόφησαν §τῷ τυράννῳ, [*](§ ΙΙ) καὶ διὰ τῆς εὐλογιστίας τὴν τυραννίδα αὐτοῦ κατέλυσαυ.

καίτοι [*](¶ II) λογισώμεθα· εἰ δειλόψυχοί τινες ἦσαν καὶ ἄνανδροι ἐν αὐτοῖς, ποίοις ἂν ἐχρήσαντο λόγοις ; οὐχὶ τούτοις;

Ὦ τάλανες ἡμεῖς, καὶ λίαν ἀνόητοι· βασιλέως ἡμάς παρακαλοῦντος καὶ ἐπὶ εὺεργεσίᾳ φωυοῦυτος, μὴ πεισθείημεν αὐτῷ;

τί βουλήμασιν κενοῖς ἑαυτοὺς εὐφραίνομεν, καὶ θανατηφόρον ἀπειθίαν τολμῶμεν;

οὐ φοβησόμεθα, ἄνδρες ἀδελφοί, τὰ βασανιστήρια, καὶ λογιούμεθα τὰς τῶν βασάνων ἀπειλάς, καὶ φευξόμεθα τὴν κενοδοξίαν ταύτην καὶ ὀλεθροφόρον ἀλαζονίαν

ἐλεήσωμεν τὰς ἑαυτῶν ἡλικίας, καὶ κατοκτειρησωμεν τὸ τῆς μητρὸς γῆρας·