Machabaeorum iv

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Πείσθητι ταῖς τοῦ βασιλέως ἐντολαῖς, ἑτέρωθεν κήρυκος ἐπιβοῶντος.

ὁ δὲ μεγαλόφρων καὶ εὐγενὴς ὡς ἀληθῶς Ἐλεάζαρος, ὥσπερ ἐν ὀνείρῳ βασανιζόμενος κατʼ οὐδένα τρόπον μετετρέπετο.

ἀλλὰ ὑψηλοὺς ἀνατείνας εἰς τὸν οὐρανὸν τοὺς ὀφθαλμούς, ἀπεξαίνετο ταῖς μάστιξιν τὰς σάρκας ὁ γέρων, καὶ κατερρεῖτο τῷ αἵματι, καὶ τὰ πλευρὰ κατετιτρώσκετο,

καὶ πίπτων εἰς τὸ ἔδαφος, ἀπὸ τοῦ μὴ φέρειν τὸ σῶμα τὰς ἀλγηδόνας, ὀρθὸν εἶχεν καὶ ἀκλινῆ τὸν λογισμόν.

λάξ γέ τοι τῶν πικρῶν τις δορυφόρων εἰς τοὺς κενεῶνας ἐναλλόμενος ἔτυπτεν, ὅπως ἐξανίσταυτο πίπτων.

ὁ δὲ ὑπέμεινεν τοὺς πόνους καὶ περιεφρόνει τῆς ἀνάγκης καὶ διεκαρτέρει τοὺς αἰκισμούς,

καὶ καθάπερ γενναῖος ἀθλητὴς τυπτόμενος ἐνίκα τοὺς βασανίζοντας ὁ γέρων.

ἱδρῶν γέ τοι τὸ πρόσωπον, καὶ ἐπασθμαίνων σφοδρῶς, καὶ ὑπʼαὐτῶν τῶν βασανιζόντων ἐθαυμάζετο ἐπὶ τῆ εὐτυχίᾳ.

ὅθεν τὰ μέν ἐλεῶντες τὰ τοῦ γήρως αὐτοῦ,

τὰ δὲ ἐν συνπαθείᾳ τῆς συνηθείας ὄντες, τὰ δὲ ἐν θαυμαστῷ τῆς καρτερίας προσιόντες αὐτῷ τινες τῶν τοῦ βασιλέως ἔλεγον

Τί τοῖς κακοῖς τούτοις σεαυτὸν ἀλογίστως ἀπόλεις, Ἐλεάζαρ;

ἡμεῖς μέν τῶν ἡψημέναων βρωμάτων παραθήσομεν· σὺ δὲ ὑποκρινόμενος τῶν ὑείων ἀπογεύσασθαι, σώθητι.

Καὶ ὁ Ἐλεάζαρος, ὥσπερ πικρότερον διὰ τῆς συμβουλίας αἰκισθείς, ἀνεβόησεν

Μὴ οὕτως κακῶς φρονήσαιμεν, οἱ Ἀβραὰμ παῖδες, ὥστε μαλακοψυχήσαντας ἀπρεπές ἡμῖν δρᾶμα ὑποκρίνασθαι