Machabaeorum iv

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

τῶν δὲ ἱερέων μετὰ γυναικῶν καὶ παιδίων ἐν τῷ ἱερῷ ἱκετευσάντων τὸν θεὸν ὑπερασπίσαι τοῦ καταφρονουμένου τύπου,

ἀνιόντος τε μετὰ καθωπλισμένης στρατιᾶς τοῦ Ἀπολλωνίου πρὸς τὴν τῶν χρημάτων ἁρπαγήν, οὐρανόθεν προυφάνησαν ἔφιπποι ἄγγελοι περιαστράπτοντες τοῖς ὅπλοις, καὶ πολὺν αὐτοῖς φόβον τε καὶ τρόμον ἐνιόντες.

καταπεσών γε τοι ἡμιθανὴς ὁ Ἀπολλώνιος ἐπὶ τὸν πάμφυλον τοῦ ἱεροῦ περίβολον, τὰς χεῖρας ἐξέτεινεν εἰς τὸν οὐρανὸν καὶ μετὰ δακρύων τοὺς Ἐβραίους παρεκάλει ὅπως περὶ αὐτοῦ εὐξόμενοι, τὸν ἐπουράνιον ἐξευμενίσωνται στρατόν.

ἔλεγεν γὰρ ἡμαρτηκώς, ὥστε καὶ ἀποθανεῖν ἄξιος ὑπάρχειν, πᾶσίν τε ἀνθρώποις [*](IV)[*](1 διαβαλων V 2 ηκως A προς] ως U+05D0 3 μηνυσων V γαζο- U+05D0V φυλακειοις A Vᵃ τεθησαυρισται A τω ιερω (ω sup ras Aᵃ?)] τοις ιεροις U+05D0 | αλλα] και U+05D0V 4 τουτων] + δε V κατεμηνυσε U+05D0 τον 4⁰ το A (τον A¹) 5 λαβων] ελαβεν U+05D0V ταχυ] pr και U+05D0V 6 προελθων U+05D0* (προσελθ. U+05D0c.a ) ηκειν] εικειν Vᵃ γαζοφυλακιου (-κειου Vᵃ) λαβοι sup ras et in mg Aᵃ 7 σχετλιαζοντος U+05D0 | αντιλεγοντος τε] και αντιλ. V εναι A* (ειν. A¹) νο- μισαντες] νοησατες U+05D0 | οι τας παρακαταθηκας] τας παρ. οι U+05D0 | πιστευσαντας A 8 απειλων U+05D0 | Ἀπωνιος A* (Απολλ. A¹) 9 ιερεων] γεραιων U+05D0 | του] + ιερου U+05D0V τοπου] pr του U+05D0 10 om τε 1⁰ Vᵛⁱᵈ στρατιας] pr της U+05D0V |τω Απολλωνιω V αγγελοι προυφανησαν εφιπποι U+05D0 εφιπποι προεφανησαν αγγ. V αυτοις] ουτων U+05D0 | ενιοντες] ενιθlτες U+05D0 11 γε] δε U+05D0V om ο Απολ- λωνιος V om και A (hab U+05D0V) παρεκαλει] ρε sup ras A ευξομενοι (εξ. A* ευξ. Aa?)] προσευξαμενοι U+05D0V | επουρανιον] ουρανιον U+05D0V 12 τε])

736
[*](A) ὑμνήσειν σωθεὶς τὴν τοῦ ἱεροῦ τόπου μακαριότητα.

τούτοις ἐπαχθεὶς τοῖς λόγοις Ὀνίας ὁ ἀρχιερεύς. καίπερ ἄλλως εὐλαβηθεὶς μή ποτε νομίσειεν ὁ βασιλεὺς Σέλευκος ἐξ ἀνθρωπίνης ἐπιβουλῆς καὶ μὴ θείας δίκης ἀνῃρῆσθαι τὸν Ἀπολλώνιον, ηὔξατο περὶ αὐτοῦ.

καὶ ὁ μέν παραδόξως διασωθεὶς ᾤχετο, δηλώσων τῷ βασιλεῖ τὰ συμβάντα αὐτῷ.