Machabaeorum iv

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Ἤδη δὲ καὶ ὁ καιρὸς ἡμᾶς καλεῖ ἐπὶ τὴν ἀπόδειξιν τῆς ἱστορίας τοῦ σώφρονος λογισμοῦ.

ἐπειδὴ γὰρ βαθεῖαν εἰρήνην διὰ τὴν εὐνομίαν οἱ πατέρες ἡμῶν εἶχον, καὶ ἔπραττον καλῶς, ὥστε καὶ τὸν τῆς Ἀσίας βασιλέα Σέλευκον τὸν Νικάνορα καὶ χρήματα εἰς τὴν ἱερουργίαν αὐτοῖς ἀφορίσαι, καὶ τὴν πολιτίαν αὐτῶν ἀποδέχεσθαι

τότε δὴ τινες πρὸς τὴν κοινὴν νεωτερίσαντες ὁμόνοιαν πολυτρόπως ἐχρήσαντο συμφοραῖς.

Σίμων γάρ τις πρὸς Ὀνίαν ἀντιπολιτευόμενος τόν ποτε τὴν ἀρχιερωσύνην ἔχοντα διὰ βίου, καλὸν καὶ [*](U+05D0V)[*](8 εστρατοπεδευκεν V* (παιδ. Vᵃ) 10 om ως U+05D0 11 διεφρυγε U+05D0* συνεφρυγεν U+05D0c.a V 12 υπερασπιστων] υπασπιστων U+05D0 | πανοπλιας] παντευχιας U+05D0V | καλπην U+05D0 καρπιν V* καρπην V¹⁽ᵛid) 12—13 χαρα- κας και sup ras et in mg Aᵃ 13 ευραμενοι] ανευρωμενοι U+05D0* ανερευ- νωμενοι U+05D0c.a V στρατοπαιδιον A (-δον A?ᵛiᵈ) 14 ανευραμενοι] ανεραυ- νομενοι (sic) V θαρραλεως την πηγην εξ αυτης] τᾒ πηγην εξ αυτ. θαρρ. U+05D0V εγεμισαν] εκομισαν U+05D0V το βασ. V* (τω β. Vᵃ) 15 και περι] καιπερ U+05D0 και V τη διψα V* τη διψη Vᵃ τη ψυχη] om τη το ποτον] om το U+05D0V 16 πομα sup ras et in mg Aᵃ 18 ουσας] pr δυνατας U+05D0 | τη καλοκαγαθια U+05D0V | επικρατειας U+05D0Vᵃ 19 om και V 20 τον Νικανορος V αφορισοι] αποφορισαι A πολειτειαν U+05D0 πολιτειαν V 21 τοτε δη τινες προς την in mg et sup ras Aa πολυτροποις U+05D0V)

735
ἀγαθὸν ἄνδρα, ἐπειδὴ πάντα τρόπον διαβάλλων ὑπέρ τοῦ ἔθνους [*](A) οὐκ ἴσχυσεν κακῶσαι, φυγὰς ᾤχετο, τὴν πατρίδα προδώσων.

ὅθεν ἥκων πρὸς Ἀπολλώνιον, τὸν Συρίας τε καὶ Φοινίκης καὶ Κιλικίας στρατηγόν, ἔλεγεν

Εὔνους ὣν τοῖς τοῦ βασιλέως πράγμασιν ἥκω, μηνύων πολλὰς ἰδιωτικῶν χρημάτων μυριάδας ἐν τοῖς Ἰεροσολύμων γαζοφυλακίοις τεθησαυρίσθαι τῷ ἱερῷ μὴ ἐπικοινωνούσας, ἀλλὰ προσἠκειν ταῦτα Σελεύκῳ τῷ βασιλεῖ

τούτων ἕκαστα γνοὺς ὁ Ἀπολλώνιος, τὸν μέν Σίμωνα τῆς εἰς τὸν βασιλέα κηδεμονίας ἐπαινεῖ, πρὸς δὲ τὸν Σέλευκον ἀναβὰς κατεμήνυε τὸν τῶν χρημάτων θησαυρόν·

καὶ λαβὼν τὴν περὶ αὐτῶν ἐξουσίαν, ταχὺ εἰς τὴν πατρίδα ἡμῶν μετὰ τοῦ καταράτου Σίμωνος καὶ βαρυτάτου στρατοῦ

προσελθών, ταῖς τοῦ βασιλέως ἐντολαῖς ἥκειν ἔλεγεν, ὅπως τὰ ἰδιωτικὰ τοῦ γαζοφυλακίου λάβοι χρήματα.

καὶ τοῦ ἔθνους πρὸς τὸν λόγον σχετλιάσαντος ἀντιλέγοντός τε, πάνδεινον εἶναι νομίσαντες εἰ οἱ τὰς παρακαταθήκας πιστεύσαντες τῷ ἱερῷ θησαυρῷ στερηθήσονται, ὡς οἷόν τε ἣν ἐκώλυον.

μετὰ ἀπειλῆς δὲ ὁ Ἀπολλώνιος ἀπῄει εἰς τὸ ἱερόν.

τῶν δὲ ἱερέων μετὰ γυναικῶν καὶ παιδίων ἐν τῷ ἱερῷ ἱκετευσάντων τὸν θεὸν ὑπερασπίσαι τοῦ καταφρονουμένου τύπου,

ἀνιόντος τε μετὰ καθωπλισμένης στρατιᾶς τοῦ Ἀπολλωνίου πρὸς τὴν τῶν χρημάτων ἁρπαγήν, οὐρανόθεν προυφάνησαν ἔφιπποι ἄγγελοι περιαστράπτοντες τοῖς ὅπλοις, καὶ πολὺν αὐτοῖς φόβον τε καὶ τρόμον ἐνιόντες.

καταπεσών γε τοι ἡμιθανὴς ὁ Ἀπολλώνιος ἐπὶ τὸν πάμφυλον τοῦ ἱεροῦ περίβολον, τὰς χεῖρας ἐξέτεινεν εἰς τὸν οὐρανὸν καὶ μετὰ δακρύων τοὺς Ἐβραίους παρεκάλει ὅπως περὶ αὐτοῦ εὐξόμενοι, τὸν ἐπουράνιον ἐξευμενίσωνται στρατόν.