Machabaeorum iv

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ἐδόξαζεν δὲ καὶ τὸν ἐν λάκκῳ λεόντων Δανιὴλ, ὃν καὶ ἐμακάριζεν·

ὑπεμίμνησ κεν δὲ ὑμᾶς τὴν Ἠσαίου γραφὴν τὴν λέγουσαν Κδν διὰ πυρὸς διέλθῃς, φλὸξ οὐ κατακαύσει σε.

τὸν ὑμνογράφον ἐμελῴδει ἡμῖν Δαυεὶδ τὸν λέγοντα Πολλαὶ αἱ θλίψεις τῶν δικαίων.

τὸν Σαλομῶντα ἐπαροιμίαζεν ἡμῖν τὸν λέγοντα Ξλον ζωῆς ἐστιν πᾶσιν τοῖς ποιοῦσιν αὐτοῦ τὸ θέλημα.